Inscription Database
Inscription from Neapolis – Napoli (Latium et Campania (Regio I))
Canonical URI:
https://edh.ub.uni-heidelberg.de/edh/inschrift/HD027204
(Last Updates: 2015-12-21, Cowey)
Transcription | Majuscle |
ἐπὶ [ὑ]πάτων Αὐτοκράτορος Καίσ(αρος) Λ(ουκίου) Σεπτιμίου | ΕΠΙ [ ]ΠΑΤΩΝ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΚΑΙΣ Λ ΣΕΠΤΙΜΙΟΥ |
Σεουήρου Π[ερ]τένακος Σεβ(αστοῦ) τὸ β [[[καὶ Δ(εκίμου) Κλωδίου Σεπτιμίου]]] | ΣΕΟΥΗΡΟΥ Π[ ]ΤΕΝΑΚΟΣ ΣΕΒ ΤΟ Β [[[ ]]] |
[[[Ἀλβίνου Καίσ(αρος)]]] δημαρχοῦντος Μ(άρκου) Αὐρηλίου Ἀπολαύστου ν(εωτέρου) | [[[ ]]] ΔΗΜΑΡΧΟΥΝΤΟΣ Μ ΑΥΡΗΛΙΟΥ ΑΠΟΛΑΥΣΤΟΥ Ν |
πρ(ὸ) ζʹ καλ(ανδῶν) Ἰανου[α]ρίων γραφομένων παρῆσαν Καίλ(ιος) Ἀσιατικός | ΠΡ Ζʹ ΚΑΛ ΙΑΝΟΥ[ ]ΡΙΩΝ ΓΡΑΦΟΜΕΝΩΝ ΠΑΡΗΣΑΝ ΚΑΙΛ ΑΣΙΑΤΙΚΟΣ |
Ἰούλ(ιος) Αὐρηλιανός Ἰούλ(ιος) Καιλιανός εἰσηγουμένων <τ>ὴν γνώμην | ΙΟΥΛ ΑΥΡΗΛΙΑΝΟΣ ΙΟΥΛ ΚΑΙΛΙΑΝΟΣ ΕΙΣΗΓΟΥΜΕΝΩΝ ΗΝ ΓΝΩΜΗΝ |
ἁπάντων φρητόρων περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν· | ΑΠΑΝΤΩΝ ΦΡΗΤΟΡΩΝ ΠΕΡΙ ΤΟΥΤΟΥ ΤΟΥ ΠΡΑΓΜΑΤΟΣ ΟΥΤΩΣ ΕΔΟΞΕΝ· |
ἐπειδὴ {ι} Μουνάτι[ο]ς Ἱλαριανὸς πολείτου δικαίου καὶ φιλοπάτριδος | ΕΠΕΙΔΗ Ι ΜΟΥΝΑΤΙ[ ]Σ ΙΛΑΡΙΑΝΟΣ ΠΟΛΕΙΤΟΥ ΔΙΚΑΙΟΥ ΚΑΙ ΦΙΛΟΠΑΤΡΙΔΟΣ |
γνώμηι καὶ διαθέσει χρώμενος τὴν φρατρίαν ὁρῶν τὴν ἡμετέραν | ΓΝΩΜΗΙ ΚΑΙ ΔΙΑΘΕΣΕΙ ΧΡΩΜΕΝΟΣ ΤΗΝ ΦΡΑΤΡΙΑΝ ΟΡΩΝ ΤΗΝ ΗΜΕΤΕΡΑΝ |
ἀκόσμητον οὖσαν καὶ παλαιάν φρονήματι λαμπρῶι καὶ μεγαλοψύχωι χρη- | ΑΚΟΣΜΗΤΟΝ ΟΥΣΑΝ ΚΑΙ ΠΑΛΑΙΑΝ ΦΡΟΝΗΜΑΤΙ ΛΑΜΠΡΩΙ ΚΑΙ ΜΕΓΑΛΟΨΥΧΩΙ ΧΡΗ |
σάμενος λίθοις ποικίλοις τοῖς ἀρίστοις καὶ σπανιωτάτοις πολυτελείᾳ | ΣΑΜΕΝΟΣ ΛΙΘΟΙΣ ΠΟΙΚΙΛΟΙΣ ΤΟΙΣ ΑΡΙΣΤΟΙΣ ΚΑΙ ΣΠΑΝΙΩΤΑΤΟΙΣ ΠΟΛΥΤΕΛΕΙΑ |
κατασκευῆς ἐκόσμησεν τὸν οἶκον καὶ τὴν ὀροφὴν ἐποίησε χρυσοῦ μη- | ΚΑΤΑΣΚΕΥΗΣ ΕΚΟΣΜΗΣΕΝ ΤΟΝ ΟΙΚΟΝ ΚΑΙ ΤΗΝ ΟΡΟΦΗΝ ΕΠΟΙΗΣΕ ΧΡΥΣΟΥ ΜΗ |
δέν τι δαπάνης χρημάτων φεισάμενος μηδὲ τῶν εἰς τοῦτο ἀναλωμά- | ΔΕΝ ΤΙ ΔΑΠΑΝΗΣ ΧΡΗΜΑΤΩΝ ΦΕΙΣΑΜΕΝΟΣ ΜΗΔΕ ΤΩΝ ΕΙΣ ΤΟΥΤΟ ΑΝΑΛΩΜΑ |
των καὶ τοῖς μὲν Ἀρτεμεισίων φράτορσιν ἑστιατήριον ἐποίησε τῶν ἄλ- | ΤΩΝ ΚΑΙ ΤΟΙΣ ΜΕΝ ΑΡΤΕΜΕΙΣΙΩΝ ΦΡΑΤΟΡΣΙΝ ΕΣΤΙΑΤΗΡΙΟΝ ΕΠΟΙΗΣΕ ΤΩΝ ΑΛ |
λων σεμνότερον τῇ δὲ Ἀρτέμιδι ἧς ἐστιν ἐπώνυμος ἡ φρατρία, νεὼν | ΛΩΝ ΣΕΜΝΟΤΕΡΟΝ ΤΗ ΔΕ ΑΡΤΕΜΙΔΙ ΗΣ ΕΣΤΙΝ ΕΠΩΝΥΜΟΣ Η ΦΡΑΤΡΙΑ ΝΕΩΝ |
κατεσκεύασεν ἄξιον καὶ τῆς θεοῦ καὶ τῆς κοινῆς εὐσεβείας, δεδόχθαι | ΚΑΤΕΣΚΕΥΑΣΕΝ ΑΞΙΟΝ ΚΑΙ ΤΗΣ ΘΕΟΥ ΚΑΙ ΤΗΣ ΚΟΙΝΗΣ ΕΥΣΕΒΕΙΑΣ ΔΕΔΟΧΘΑΙ |
τοῖς Ἀρτεμεισίων φράτορσιν· ἀμείβεσθαι τὴν εὔνοιαν αὐτοῦ τὴν τοσαύτην | ΤΟΙΣ ΑΡΤΕΜΕΙΣΙΩΝ ΦΡΑΤΟΡΣΙΝ· ΑΜΕΙΒΕΣΘΑΙ ΤΗΝ ΕΥΝΟΙΑΝ ΑΥΤΟΥ ΤΗΝ ΤΟΣΑΥΤΗΝ |
καὶ τὴν φιλοτειμίαν πρῶτον μὲν τῇ τῆς διαθέσεως καὶ προαιρέ<σε>ως τειμῆι | ΚΑΙ ΤΗΝ ΦΙΛΟΤΕΙΜΙΑΝ ΠΡΩΤΟΝ ΜΕΝ ΤΗ ΤΗΣ ΔΙΑΘΕΣΕΩΣ ΚΑΙ ΠΡΟΑΙΡΕΩΣ ΤΕΙΜΗΙ |
πάντων οἰκειότατον καὶ προστάτην καὶ πα<τέ>ρα νομίζοντας καὶ βίον εὐ- | ΠΑΝΤΩΝ ΟΙΚΕΙΟΤΑΤΟΝ ΚΑΙ ΠΡΟΣΤΑΤΗΝ ΚΑΙ ΠΑΡΑ ΝΟΜΙΖΟΝΤΑΣ ΚΑΙ ΒΙΟΝ ΕΥ |
χομένους αὐτῷ μακρὸν ἐν εὐδαιμονίᾳ, ἔπειτα δὲ καὶ τειμὰς αὐτῶι νέμειν κατὰ | ΧΟΜΕΝΟΥΣ ΑΥΤΩ ΜΑΚΡΟΝ ΕΝ ΕΥΔΑΙΜΟΝΙΑ ΕΠΕΙΤΑ ΔΕ ΚΑΙ ΤΕΙΜΑΣ ΑΥΤΩΙ ΝΕΜΕΙΝ ΚΑΤΑ |
δύναμιν τὴν ἡμετέραν, τὰς προσηκούσας ἀνδριάντων ἀναστάσεις τεσ- | ΔΥΝΑΜΙΝ ΤΗΝ ΗΜΕΤΕΡΑΝ ΤΑΣ ΠΡΟΣΗΚΟΥΣΑΣ ΑΝΔΡΙΑΝΤΩΝ ΑΝΑΣΤΑΣΕΙΣ ΤΕΣ |
σάρων ἐν τῆι φρατρίᾳ, δύο μὲν αὐτοῦ Μουνατίου Ἱλ̣αριανοῦ τοῦ φιλοπάτριδος δύο | ΣΑΡΩΝ ΕΝ ΤΗΙ ΦΡΑΤΡΙΑ ΔΥΟ ΜΕΝ ΑΥΤΟΥ ΜΟΥΝΑΤΙΟΥ ΙΛΑΡΙΑΝΟΥ ΤΟΥ ΦΙΛΟΠΑΤΡΙΔΟΣ ΔΥΟ |
δὲ τοῦ ὑοῦ αὐτοῦ Μαρίου Οὐήρου τοῦ ἥρωος· ἀναθεῖναι δὲ καὶ εἰκόνας ἐν τῆι φρα- | ΔΕ ΤΟΥ ΥΟΥ ΑΥΤΟΥ ΜΑΡΙΟΥ ΟΥΗΡΟΥ ΤΟΥ ΗΡΩΟΣ· ΑΝΑΘΕΙΝΑΙ ΔΕ ΚΑΙ ΕΙΚΟΝΑΣ ΕΝ ΤΗΙ ΦΡΑ |
τρίᾳ μετὰ ἀσπιδείων χρυσῶν ἀνφοτέρων προσφέρειν δὲ αὐτῶι καὶ πεντήκοντα | ΤΡΙΑ ΜΕΤΑ ΑΣΠΙΔΕΙΩΝ ΧΡΥΣΩΝ ΑΝΦΟΤΕΡΩΝ ΠΡΟΣΦΕΡΕΙΝ ΔΕ ΑΥΤΩΙ ΚΑΙ ΠΕΝΤΗΚΟΝΤΑ |
χώρας ὁλοκλήρους καὶ κεχαλκολογηκότων ἐν τῇ φρατρίᾳ προῖκα | ΧΩΡΑΣ ΟΛΟΚΛΗΡΟΥΣ ΚΑΙ ΚΕΧΑΛΚΟΛΟΓΗΚΟΤΩΝ ΕΝ ΤΗ ΦΡΑΤΡΙΑ ΠΡΟΙΚΑ |
ὡς μὴ μόνον κεκοσμῆσθαι τὴν φρατρίαν ἡμεῖν πολυτελείᾳ καὶ | ΩΣ ΜΗ ΜΟΝΟΝ ΚΕΚΟΣΜΗΣΘΑΙ ΤΗΝ ΦΡΑΤΡΙΑΝ ΗΜΕΙΝ ΠΟΛΥΤΕΛΕΙΑ ΚΑΙ |
{καὶ} κάλλει τῆς κατασκευῆς καὶ σεμνότητι ἱροπρεπεῖ ἀλλὰ καὶ τῷ πλή- | ΚΑΙ ΚΑΛΛΕΙ ΤΗΣ ΚΑΤΑΣΚΕΥΗΣ ΚΑΙ ΣΕΜΝΟΤΗΤΙ ΙΡΟΠΡΕΠΕΙ ΑΛΛΑ ΚΑΙ ΤΩ ΠΛΗ |
θει τῶν νεμόντων εὐξῆσθαι τὴν φρατρίαν Μουνατίου Ἱλαριανοῦ τοῦ | ΘΕΙ ΤΩΝ ΝΕΜΟΝΤΩΝ ΕΥΞΗΣΘΑΙ ΤΗΝ ΦΡΑΤΡΙΑΝ ΜΟΥΝΑΤΙΟΥ ΙΛΑΡΙΑΝΟΥ ΤΟΥ |
φιλοπάτριδος τετε<ι>μημένου· ἐπικυροῦντος τὸ ψήφισμα Κανεινίου | ΦΙΛΟΠΑΤΡΙΔΟΣ ΤΕΤΕΜΗΜΕΝΟΥ· ΕΠΙΚΥΡΟΥΝΤΟΣ ΤΟ ΨΗΦΙΣΜΑ ΚΑΝΕΙΝΙΟΥ |
Ἡρακλείδου τοῦ φροντιστοῦ τῆς φρατρίας | ΗΡΑΚΛΕΙΔΟΥ ΤΟΥ ΦΡΟΝΤΙΣΤΟΥ ΤΗΣ ΦΡΑΤΡΙΑΣ |
Μουνάτιος Ἱλαριανὸς Ἀρτεμεισίων φρήτορσι χαίρειν | ΜΟΥΝΑΤΙΟΣ ΙΛΑΡΙΑΝΟΣ ΑΡΤΕΜΕΙΣΙΩΝ ΦΡΗΤΟΡΣΙ ΧΑΙΡΕΙΝ |
τὰς τειμὰς ἃς ἐψηφίσασθέ μοι καὶ τὰς δωρεὰς εἰς ἀμοιβὴν τῆς εὐνοίας | ΤΑΣ ΤΕΙΜΑΣ ΑΣ ΕΨΗΦΙΣΑΣΘΕ ΜΟΙ ΚΑΙ ΤΑΣ ΔΩΡΕΑΣ ΕΙΣ ΑΜΟΙΒΗΝ ΤΗΣ ΕΥΝΟΙΑΣ |
καὶ τῆς προθυμίας τῆς ἐμῆς ἡδέως ἔλαβον οὐ διὰ τὸ μέγεθος ὧν ἐπεδεί- | ΚΑΙ ΤΗΣ ΠΡΟΘΥΜΙΑΣ ΤΗΣ ΕΜΗΣ ΗΔΕΩΣ ΕΛΑΒΟΝ ΟΥ ΔΙΑ ΤΟ ΜΕΓΕΘΟΣ ΩΝ ΕΠΕΔΕΙ |
ξασθε φιλοτειμούμενοι πρὸς ἐμὲ καὶ τὸν υἱὸν τὸν ἐμὸν ἥρωα τὸν | ΞΑΣΘΕ ΦΙΛΟΤΕΙΜΟΥΜΕΝΟΙ ΠΡΟΣ ΕΜΕ ΚΑΙ ΤΟΝ ΥΙΟΝ ΤΟΝ ΕΜΟΝ ΗΡΩΑ ΤΟΝ |
ὑμέτερον, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν προαίρεσιν τῶν διδόντων ὅτι χρησ- | ΥΜΕΤΕΡΟΝ ΑΛΛΑ ΚΑΙ ΔΙ’ ΑΥΤΗΝ ΤΗΝ ΠΡΟΑΙΡΕΣΙΝ ΤΩΝ ΔΙΔΟΝΤΩΝ ΟΤΙ ΧΡΗΣ |
τοὺς ὑμᾶς καὶ δικαίους ἐπέγνων ἐκ τῶν ἀμοιβῶν. τὰς μὲν οὖν | ΤΟΥΣ ΥΜΑΣ ΚΑΙ ΔΙΚΑΙΟΥΣ ΕΠΕΓΝΩΝ ΕΚ ΤΩΝ ΑΜΟΙΒΩΝ ΤΑΣ ΜΕΝ ΟΥΝ |
τεσσεράκοντα χώρας ἃς προετείνατέ μοι παραιτοῦμαι πεντεκαί- | ΤΕΣΣΕΡΑΚΟΝΤΑ ΧΩΡΑΣ ΑΣ ΠΡΟΕΤΕΙΝΑΤΕ ΜΟΙ ΠΑΡΑΙΤΟΥΜΑΙ ΠΕΝΤΕΚΑΙ |
δεκα χώραις ἐκ τούτων ἀρκούμενος καὶ τῶν εἰκόνων τῶν τεσσάρων καὶ | ΔΕΚΑ ΧΩΡΑΙΣ ΕΚ ΤΟΥΤΩΝ ΑΡΚΟΥΜΕΝΟΣ ΚΑΙ ΤΩΝ ΕΙΚΟΝΩΝ ΤΩΝ ΤΕΣΣΑΡΩΝ ΚΑΙ |
τῶν ἀνδριάντων τῶν τεσσάρων ἐμοὶ μὲν ἱκανὴ {ι} μία γραφὴ {ι} καὶ χαλ- | ΤΩΝ ΑΝΔΡΙΑΝΤΩΝ ΤΩΝ ΤΕΣΣΑΡΩΝ ΕΜΟΙ ΜΕΝ ΙΚΑΝΗ Ι ΜΙΑ ΓΡΑΦΗ Ι ΚΑΙ ΧΑΛ |
κοῦς ἀνδριὰς εἷς ἴσαι δὲ τειμαὶ καὶ τῶι μεθεστηκότι τὰς γὰρ πολλὰς εἰκό- | ΚΟΥΣ ΑΝΔΡΙΑΣ ΕΙΣ ΙΣΑΙ ΔΕ ΤΕΙΜΑΙ ΚΑΙ ΤΩΙ ΜΕΘΕΣΤΗΚΟΤΙ ΤΑΣ ΓΑΡ ΠΟΛΛΑΣ ΕΙΚΟ |
νας καὶ τοὺς πολλοὺς ἀνδριάντας ἐν ταῖς ὑμετέραις ψυχαῖς ἔχομεν κα- | ΝΑΣ ΚΑΙ ΤΟΥΣ ΠΟΛΛΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΕΝ ΤΑΙΣ ΥΜΕΤΕΡΑΙΣ ΨΥΧΑΙΣ ΕΧΟΜΕΝ ΚΑ |
θιδρυμένους· χρὴ δὲ ὑμᾶς ἄνδρες ἀγαθοὶ καὶ φράτορες ἐμοί, μὴ ταῦτα | ΘΙΔΡΥΜΕΝΟΥΣ· ΧΡΗ ΔΕ ΥΜΑΣ ΑΝΔΡΕΣ ΑΓΑΘΟΙ ΚΑΙ ΦΡΑΤΟΡΕΣ ΕΜΟΙ ΜΗ ΤΑΥΤΑ |
μόνον ἐν ὀφθαλμοῖς ἔχειν τὴν φρατρίαν καὶ τὸν εἰς ταύτην κόσ- | ΜΟΝΟΝ ΕΝ ΟΦΘΑΛΜΟΙΣ ΕΧΕΙΝ ΤΗΝ ΦΡΑΤΡΙΑΝ ΚΑΙ ΤΟΝ ΕΙΣ ΤΑΥΤΗΝ ΚΟΣ |
μον καὶ τὴν πολυτέλειαν ἀλλὰ καὶ ἕτερα ὑμᾶς ἐλπίζειν παρ’ ἐμοῦ· | ΜΟΝ ΚΑΙ ΤΗΝ ΠΟΛΥΤΕΛΕΙΑΝ ΑΛΛΑ ΚΑΙ ΕΤΕΡΑ ΥΜΑΣ ΕΛΠΙΖΕΙΝ ΠΑΡ’ ΕΜΟΥ· |
τὸ γὰρ τῆς εὐνοίας τῆς ἐμῆς ἀεὶ καὶ μᾶλλον ἐγείρει τὴν προθυμίαν | ΤΟ ΓΑΡ ΤΗΣ ΕΥΝΟΙΑΣ ΤΗΣ ΕΜΗΣ ΑΕΙ ΚΑΙ ΜΑΛΛΟΝ ΕΓΕΙΡΕΙ ΤΗΝ ΠΡΟΘΥΜΙΑΝ |
τὴν ἐμὴν εἰς τὴν πρὸς ὑμᾶς τειμὴν καὶ χάριν | ΤΗΝ ΕΜΗΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΥΜΑΣ ΤΕΙΜΗΝ ΚΑΙ ΧΑΡΙΝ |
L(ucius) Munatius Hilarianus phr(a)etoribus(!) Artemisis salutem | L MVNATIVS HILARIANVS PHRETORIBVS ARTEMISIS SALVTEM |
honores quos decrevistis mihi item dona at(!) re- | HONORES QVOS DECREVISTIS MIHI ITEM DONA AT RE |
munerandum animum meum et pronam volun- | MVNERANDVM ANIMVM MEVM ET PRONAM VOLVN |
tatem grate accepi non pro magnitudine eorum | TATEM GRATE ACCEPI NON PRO MAGNITVDINE EORVM |
quae ostendistis tribuentes mihi et filio meo | QVAE OSTENDISTIS TRIBVENTES MIHI ET FILIO MEO |
heroi vestro set(!) maxime propositi vestri gratia | HEROI VESTRO SET MAXIME PROPOSITI VESTRI GRATIA |
qui decrevistis quod vos et bonos et iustos intel- | QVI DECREVISTIS QVOD VOS ET BONOS ET IVSTOS INTEL |
lexi ex his quae remuneratis et quidem quinqua- | LEXI EX HIS QVAE REMVNERATIS ET QVIDEM QVINQVA |
ginta choras quas mihi obtulistis excuso quinde- | GINTA CHORAS QVAS MIHI OBTVLISTIS EXCVSO QVINDE |
cim contentus item de imaginibus quattuor et de | CIM CONTENTVS ITEM DE IMAGINIBVS QVATTVOR ET DE |
statuis quattuor mihi enim sufficit statua una | STATVIS QVATTVOR MIHI ENIM SVFFICIT STATVA VNA |
et una imago set(!) et in honorem fili mei sufficiet | ET VNA IMAGO SET ET IN HONOREM FILI MEI SVFFICIET |
statua una plures enim imagines et statuas in | STATVA VNA PLVRES ENIM IMAGINES ET STATVAS IN |
vestris animis habemus constitutas oportet | VESTRIS ANIMIS HABEMVS CONSTITVTAS OPORTET |
autem vos optimi viri et conphr(a)etores(!) non | AVTEM VOS OPTIMI VIRI ET CONPHRETORES NON |
solum haec ante oculos habere phretriam(!) et | SOLVM HAEC ANTE OCVLOS HABERE PHRETRIAM ET |
cultum eius et lautitiam sed etiam alia sperare de me disposi- | CVLTVM EIVS ET LAVTITIAM SED ETIAM ALIA SPERARE DE ME DISPOSI |
tio enim animi mei magis hortatur volunta- | TIO ENIM ANIMI MEI MAGIS HORTATVR VOLVNTA |
tem meam in vestrum honorem et gratiam | TEM MEAM IN VESTRVM HONOREM ET GRATIAM |
valete | VALETE |
Literature:
- AE 1913, 0134.
- AE 1988, 0324.
- AE 1989, 0179.
- AE 1913, p. 58 s. n. 237.
Find circumstances / present location
province:
country:
Italy
ancient find spot:
Neapolis
modern find spot:
find spot:
modern region:
present location:
Napoli, Mus. Arch. Naz.
Type of inscription / language
language:
Greek-Latin
People
Person 1
Name:
Λ. Σεπτιμίου Σεουήρου
Praenomen:
Λ.
Nomen:
Σεπτίμιος
Cognomen:
Σεουῆρος
gender:
male
Status:
emperor / imperial household
Person 2
Name:
[[[Δ. Κλωδίου Σεπτιμίου Ἀλβίνου Καίσ.]]]
gender:
male
Status:
emperor / imperial household
Person 3
Name:
Μ. Αὐρηλίου Ἀπολαύστου
Praenomen:
Μ.
Nomen:
Αὐρήλιος
Cognomen:
Ἀπόλαυστος
gender:
male
Person 4
Name:
Καίλ. Ἀσιατικός
Nomen:
Καίλιος*
Cognomen:
Ἀσιατικός
gender:
male
Person 5
Name:
Ἰούλ. Αὐρηλιανός
Nomen:
Ἰούλιος*
Cognomen:
Αὐρηλιανός
gender:
male
Person 6
Name:
Ἰούλ. Καιλιανός
Nomen:
Ἰούλιος*
Cognomen:
Καιλιανός
gender:
male
Person 7
Name:
Μουνάτι[ο]ς Ἱλαριανός / L. Munatius Hilarianus
Praenomen:
L.
Nomen:
Μουνάτι[ο]ς / Munatius
Cognomen:
Ἱλαριανός / Hilarianus
gender:
male
Person 8
Name:
Μαρίου Οὐήρου
Nomen:
Μάριος
Cognomen:
Οὐῆρος
gender:
male
General Data
HD-Nr:
HD027204
Work Status:
provisional
Last Update:
2015-12-21 by Cowey
See Also: