Inscription Database
Public legal inscription from Bargasa – Çamlıdere (Asia)
Canonical URI:
https://edh.ub.uni-heidelberg.de/edh/inschrift/HD037104
(Last Updates: 2010-03-05, Gräf)
Transcription | Majuscle |
Ἀπολλωνίου τοῦ Ἀριστοκράτου, | ΑΠΟΛΛΩΝΙΟΥ ΤΟΥ ΑΡΙΣΤΟΚΡΑΤΟΥ |
φυλῆς Πτολεμαίδος. | ΦΥΛΗΣ ΠΤΟΛΕΜΑΙΔΟΣ |
ἐπὶ ἱερέως Διονυσικλείους τοῦ Ἐπαινέτου, | ΕΠΙ ΙΕΡΕΩΣ ΔΙΟΝΥΣΙΚΛΕΙΟΥΣ ΤΟΥ ΕΠΑΙΝΕΤΟΥ |
κατὰ υἱοθεσίαν δὲ Ἀπολλωνίου τοῦ Σωπόλιος, | ΚΑΤΑ ΥΙΟΘΕΣΙΑΝ ΔΕ ΑΠΟΛΛΩΝΙΟΥ ΤΟΥ ΣΩΠΟΛΙΟΣ |
μηνὸς Γορπιαίου ἑβδόμη, ἔδοξε τῇ βουλῇ καὶ | ΜΗΝΟΣ ΓΟΡΠΙΑΙΟΥ ΕΒΔΟΜΗ ΕΔΟΞΕ ΤΗ ΒΟΥΛΗ ΚΑΙ |
τῶι δήμωι, ἀρχόντων γν[ώ]μηι· ἐπεὶ Ἀπ[ο]λλώνιος Ἀριστοκράτου | ΤΩΙ ΔΗΜΩΙ ΑΡΧΟΝΤΩΝ ΓΝ[ ]ΜΗΙ· ΕΠΕΙ ΑΠ[ ]ΛΛΩΝΙΟΣ ΑΡΙΣΤΟΚΡΑΤΟΥ |
φυλῆς Πτολεμαίδος, ἀνὴρ καλὸς καὶ ἀγαθὸς καὶ εὐεργέτης τῆς | ΦΥΛΗΣ ΠΤΟΛΕΜΑΙΔΟΣ ΑΝΗΡ ΚΑΛΟΣ ΚΑΙ ΑΓΑΘΟΣ ΚΑΙ ΕΥΕΡΓΕΤΗΣ ΤΗΣ |
πατρίδος ὑπάρχων, τειμηθεὶς πρότερον ὑπὸ τοῦ δήμου ἐπὶ τῇ πρὸ[ς] | ΠΑΤΡΙΔΟΣ ΥΠΑΡΧΩΝ ΤΕΙΜΗΘΕΙΣ ΠΡΟΤΕΡΟΝ ΥΠΟ ΤΟΥ ΔΗΜΟΥ ΕΠΙ ΤΗ ΠΡΟ[ ] |
τὴν πόλιν καὶ πρὸς τὸ πλῆθος εὐνοίαι, πάλιν καὶ μετὰ τὰς τειμὰς νικᾶ[ν] | ΤΗΝ ΠΟΛΙΝ ΚΑΙ ΠΡΟΣ ΤΟ ΠΛΗΘΟΣ ΕΥΝΟΙΑΙ ΠΑΛΙΝ ΚΑΙ ΜΕΤΑ ΤΑΣ ΤΕΙΜΑΣ ΝΙΚΑ[ ] |
βουλόμενος ταῖς εὐεργεσίαις καὶ ὑφεσταμένος ὁλοσχέρως καὶ γνησί- | ΒΟΥΛΟΜΕΝΟΣ ΤΑΙΣ ΕΥΕΡΓΕΣΙΑΙΣ ΚΑΙ ΥΦΕΣΤΑΜΕΝΟΣ ΟΛΟΣΧΕΡΩΣ ΚΑΙ ΓΝΗΣΙ |
ως τὸν βίον πρὸς πατρίδος εὐεργεσίαν καὶ πολιτῶν, ἄλλο ἐφ' ἑτέρῳ συν- | ΩΣ ΤΟΝ ΒΙΟΝ ΠΡΟΣ ΠΑΤΡΙΔΟΣ ΕΥΕΡΓΕΣΙΑΝ ΚΑΙ ΠΟΛΙΤΩΝ ΑΛΛΟ ΕΦ ΕΤΕΡΩ ΣΥΝ |
τελούμενος εὐεργέτημα διατετέλεκεν· Μανίου τε γὰρ Ἀκυλλίου ὑπάτο[υ] | ΤΕΛΟΥΜΕΝΟΣ ΕΥΕΡΓΕΤΗΜΑ ΔΙΑΤΕΤΕΛΕΚΕΝ· ΜΑΝΙΟΥ ΤΕ ΓΑΡ ΑΚΥΛΛΙΟΥ ΥΠΑΤΟ[ ] |
[σ]τρατηγοῦ Ῥωμαίων γράψαντος πρὸς ἡμᾶς ἐπιστάθμους προσδέξασ[θ]αι | [ ]ΤΡΑΤΗΓΟΥ ΡΩΜΑΙΩΝ ΓΡΑΨΑΝΤΟΣ ΠΡΟΣ ΗΜΑΣ ΕΠΙΣΤΑΘΜΟΥΣ ΠΡΟΣΔΕΞΑΣ[ ]ΑΙ |
[κ]αὶ τοῦ δήμου θλιβομένου διά τε τὴν περίστασιν τῆς χώρας καὶ τῆς πόλε- | [ ]ΑΙ ΤΟΥ ΔΗΜΟΥ ΘΛΙΒΟΜΕΝΟΥ ΔΙΑ ΤΕ ΤΗΝ ΠΕΡΙΣΤΑΣΙΝ ΤΗΣ ΧΩΡΑΣ ΚΑΙ ΤΗΣ ΠΟΛΕ |
[ως καὶ] διὰ τὸ ἐγδεδαπανῆσθαι εἰς τὴν πρὸς Ῥωμαίους εὔνοιαν καὶ ταραχῆ[ς] | [ ] ΔΙΑ ΤΟ ΕΓΔΕΔΑΠΑΝΗΣΘΑΙ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΥΝΟΙΑΝ ΚΑΙ ΤΑΡΑΧΗ[ ] |
[καὶ προ]σδοκίας μεγάλης οὔσης κατά τε τὴν [π]όλιν καὶ τὴν | [ ]ΣΔΟΚΙΑΣ ΜΕΓΑΛΗΣ ΟΥΣΗΣ ΚΑΤΑ ΤΕ ΤΗΝ [ ]ΟΛΙΝ ΚΑΙ ΤΗΝ |
[χώραν, ὑπ]εριδὼν μὲν τὰ ἰδίαι λυσιτελῆ ὄντα καὶ μείζονα | [ ]ΕΡΙΔΩΝ ΜΕΝ ΤΑ ΙΔΙΑΙ ΛΥΣΙΤΕΛΗ ΟΝΤΑ ΚΑΙ ΜΕΙΖΟΝΑ |
[κίνδυνον τῶ]ι ἀποδημοῦντι, πρεσβεύσας δὲ πρὸς τὸν ὕπατο[ν,] | [ ]Ι ΑΠΟΔΗΜΟΥΝΤΙ ΠΡΕΣΒΕΥΣΑΣ ΔΕ ΠΡΟΣ ΤΟΝ ΥΠΑΤΟ[ ] |
[ἐπῆλθεν πρὸ]ς αὐτὸν καὶ ἀγωνισάμενος ὑπὲρ τοῦ ἀνεπιστ[άθ]- | [ ]Σ ΑΥΤΟΝ ΚΑΙ ΑΓΩΝΙΣΑΜΕΝΟΣ ΥΠΕΡ ΤΟΥ ΑΝΕΠΙΣΤ[ ] |
[μευτον γ]ενέσθαι τὴν πατρίδα, ἔπεισεν [μὴ] ἀποστεῖλα[ι] | [ ]ΕΝΕΣΘΑΙ ΤΗΝ ΠΑΤΡΙΔΑ ΕΠΕΙΣΕΝ [ ] ΑΠΟΣΤΕΙΛΑ[ ] |
[τοὺς στρατιώτας ---]. | [ ] |
Chronological Data:
120 BC – 110 BC
120 BC – 110 BC
Literature:
- AE 2001, 1911.
Find circumstances / present location
Type of inscription / language
type of inscription:
public legal inscription
language:
Greek
Type of monument
type of monument:
block
General Data
HD-Nr:
HD037104
Work Status:
provisional
Last Update:
2010-03-05 by Gräf
See Also: