Inscription Database
Honorific inscription from Delphi – Delphi (Achaia)
Canonical URI:
https://edh.ub.uni-heidelberg.de/edh/inschrift/HD043340
(Last Updates: 2012-08-13, Cowey)
Transcription | Majuscle |
ἡ μητρόπολις καὶ πρώτη Βειθυνίας Πόντου Ἁδριανὴ νεοκόρος | Η ΜΗΤΡΟΠΟΛΙΣ ΚΑΙ ΠΡΩΤΗ ΒΕΙΘΥΝΙΑΣ ΠΟΝΤΟΥ ΑΔΡΙΑΝΗ ΝΕΟΚΟΡΟΣ |
Νεικομήδεια, ἱερὰ καὶ ἄσυλος, φίλη καὶ σύμμαχος | ΝΕΙΚΟΜΗΔΕΙΑ ΙΕΡΑ ΚΑΙ ΑΣΥΛΟΣ ΦΙΛΗ ΚΑΙ ΣΥΜΜΑΧΟΣ |
[ἄνω]θεν τῷ δήμῳ τῷ Ῥωμαίων, | [ ]ΘΕΝ ΤΩ ΔΗΜΩ ΤΩ ΡΩΜΑΙΩΝ |
Τ(ίτον) Αἴλιον Αὐρήλιον [---]ν Θεόδοτον, τὸν ἴδιον πολίτην, τὸν καὶ Θηβαῖον καὶ Ἀθηναῖον καὶ Σμυρναῖον καὶ | Τ ΑΙΛΙΟΝ ΑΥΡΗΛΙΟΝ [ ]Ν ΘΕΟΔΟΤΟΝ ΤΟΝ ΙΔΙΟΝ ΠΟΛΙΤΗΝ ΤΟΝ ΚΑΙ ΘΗΒΑΙΟΝ ΚΑΙ ΑΘΗΝΑΙΟΝ ΚΑΙ ΣΜΥΡΝΑΙΟΝ ΚΑΙ |
Ἐφέσιον καὶ Περγαμηνὸν καὶ Ἀντιοχέα τῆς πρὸς Δάφνην, | ΕΦΕΣΙΟΝ ΚΑΙ ΠΕΡΓΑΜΗΝΟΝ ΚΑΙ ΑΝΤΙΟΧΕΑ ΤΗΣ ΠΡΟΣ ΔΑΦΝΗΝ |
[πυθ]ικὸν καὶ [κύκ]λιον αὐλητὴν παράδοξον, μόνον καὶ πρῶτον | [ ]ΙΚΟΝ ΚΑΙ [ ]ΛΙΟΝ ΑΥΛΗΤΗΝ ΠΑΡΑΔΟΞΟΝ ΜΟΝΟΝ ΚΑΙ ΠΡΩΤΟΝ |
τῶν ἀπ’ αἰῶνος <ἀνθρώπων> ἑκκαίδεκα ἐτῶν ἀρ<ξ>άμενον {ΑΠΟΡΟΘΙΩΝ} | ΤΩΝ ΑΠ’ ΑΙΩΝΟΣ ΕΚΚΑΙΔΕΚΑ ΕΤΩΝ ΑΡΑΜΕΝΟΝ ΑΠΟΡΟΘΙΩΝ |
τοὺς ἄνδρας ἀγωνίζεσθαι, καὶ στεφανωθέντα ἐν Ῥώμῃ | ΤΟΥΣ ΑΝΔΡΑΣ ΑΓΩΝΙΖΕΣΘΑΙ ΚΑΙ ΣΤΕΦΑΝΩΘΕΝΤΑ ΕΝ ΡΩΜΗ |
Καπετώλια πυθαύλας, καὶ Ποτιόλους Εὐσέβεια δίς, καὶ Νεάπολιν, | ΚΑΠΕΤΩΛΙΑ ΠΥΘΑΥΛΑΣ ΚΑΙ ΠΟΤΙΟΛΟΥΣ ΕΥΣΕΒΕΙΑ ΔΙΣ ΚΑΙ ΝΕΑΠΟΛΙΝ |
καὶ ἐν Σμύρνῃ κο<ιν>ὸ<ν Ἀσίας καὶ> Ἁδριανὰ(?) Ὀλύμπια, καὶ τ<ὰ> ἐν Ἀθήναις Ἁδριάνεια, | ΚΑΙ ΕΝ ΣΜΥΡΝΗ ΚΟΟ ΑΔΡΙΑΝΑ ΟΛΥΜΠΙΑ ΚΑΙ Τ ΕΝ ΑΘΗΝΑΙΣ ΑΔΡΙΑΝΕΙΑ |
<καὶ> Ἄ<κτι>α καὶ Νέμεια, καὶ Ἴσθμια δίς, καὶ τὸ βʹ Ἄκτια κατὰ τὸ <ἑξῆς> | ΑΑ ΚΑΙ ΝΕΜΕΙΑ ΚΑΙ ΙΣΘΜΙΑ ΔΙΣ ΚΑΙ ΤΟ Βʹ ΑΚΤΙΑ ΚΑΤΑ ΤΟ |
πυθαύλας καὶ χοραύλας, καὶ Πύθια πυθαύλας, χοραύλας, | ΠΥΘΑΥΛΑΣ ΚΑΙ ΧΟΡΑΥΛΑΣ ΚΑΙ ΠΥΘΙΑ ΠΥΘΑΥΛΑΣ ΧΟΡΑΥΛΑΣ |
κοινὸν τῆς Βειθυνίας ἐν Νεικομηδείᾳ πυθαύλας, χοραύλας | ΚΟΙΝΟΝ ΤΗΣ ΒΕΙΘΥΝΙΑΣ ΕΝ ΝΕΙΚΟΜΗΔΕΙΑ ΠΥΘΑΥΛΑΣ ΧΟΡΑΥΛΑΣ |
καὶ τὸν διὰ πάντων, κοινὸν Ἀσίας ἐν Σμύρνῃ πυθαύλας, | ΚΑΙ ΤΟΝ ΔΙΑ ΠΑΝΤΩΝ ΚΟΙΝΟΝ ΑΣΙΑΣ ΕΝ ΣΜΥΡΝΗ ΠΥΘΑΥΛΑΣ |
χοραύλας καὶ τὸν διὰ πάντων, κοινὸν Ἀσίας ἐν Περγάμῳ | ΧΟΡΑΥΛΑΣ ΚΑΙ ΤΟΝ ΔΙΑ ΠΑΝΤΩΝ ΚΟΙΝΟΝ ΑΣΙΑΣ ΕΝ ΠΕΡΓΑΜΩ |
πυθαύλας, χοραύλας καὶ τὸν διὰ πάντων, καὶ ἄλλους πλείσ- | ΠΥΘΑΥΛΑΣ ΧΟΡΑΥΛΑΣ ΚΑΙ ΤΟΝ ΔΙΑ ΠΑΝΤΩΝ ΚΑΙ ΑΛΛΟΥΣ ΠΛΕΙΣ |
τους ἱερ<ού>ς τε <καὶ> θεματικοὺς ἀγῶνας, φιλοπονήσαντα ὑπὸ διδασκάλῳ | ΤΟΥΣ ΙΕΡΣ ΤΕ ΘΕΜΑΤΙΚΟΥΣ ΑΓΩΝΑΣ ΦΙΛΟΠΟΝΗΣΑΝΤΑ ΥΠΟ ΔΙΔΑΣΚΑΛΩ |
καὶ μελοποιῷ τῷ ἰδίῳ πατρὶ Ῥούφῳ Φιλαδέλφου, <ἀρετῆς καὶ τῆς π>ερὶ τὴν | ΚΑΙ ΜΕΛΟΠΟΙΩ ΤΩ ΙΔΙΩ ΠΑΤΡΙ ΡΟΥΦΩ ΦΙΛΑΔΕΛΦΟΥ ΕΡΙ ΤΗΝ |
δόξαν φιλοτειμίας ἕνεκεν. | ΔΟΞΑΝ ΦΙΛΟΤΕΙΜΙΑΣ ΕΝΕΚΕΝ |
Chronological Data:
150 AD – 160 AD
150 AD – 160 AD
Literature:
- N. Valmin, Fouilles de Delphes 3, 6 (Paris 1939) 129-130, Nr. 143.
- TAM 4, 0034.
- AE 2002, 1341.
- J.-Y. Strasser, BCH 126, 2002, 104-109, Nr. 2. - AE 2002.
Find circumstances / present location
Type of inscription / language
type of inscription:
honorific inscription
language:
Greek
People
Person 1
Name:
Τ. Αἴλιον Αὐρήλιον [---]ν Θεόδοτον
Praenomen:
Τ.
Nomen:
Αἴλιος Αὐρήλιος
Cognomen:
[---]ς Θεόδοτος
gender:
male
Person 2
Name:
Ῥούφῳ Φιλαδέλφου
Cognomen:
Ῥοῦφος
gender:
male
Person 3
Name:
Φιλαδέλφου
Cognomen:
Φιλάδελφος
gender:
male
General Data
HD-Nr:
HD043340
Work Status:
no image
Last Update:
2012-08-13 by Cowey
See Also: