Inscription Database
Public legal inscription from Scaptopara – Blagoevgrad (Thracia)
Canonical URI:
https://edh.ub.uni-heidelberg.de/edh/inschrift/HD044445
(Last Updates: 2013-10-15, Cowey)
Transcription | Majuscle |
Bona Fortuna | BONA FORTVNA |
Fulvio Pio et Pontio Proculo cons(ulibus) XVII Kal(endis) Ian(uariis) descriptum et | FVLVIO PIO ET PONTIO PROCVLO CONS XVII KAL IAN DESCRIPTVM ET |
recognitum factum ex libro libellorum rescriptorum a do- | RECOGNITVM FACTVM EX LIBRO LIBELLORVM RESCRIPTORVM A DO |
mino n(ostro) Imp(eratore) Caes(are) M(arco) Antonio Gordiano Pio Felice Aug(usto) et propo- | MINO N IMP CAES M ANTONIO GORDIANO PIO FELICE AVG ET PROPO |
sitorum Romae in portico thermarum Traianarum in verba (!) i(nfra) s(cripta) s(unt) | SITORVM ROMAE IN PORTICO THERMARVM TRAIANARVM IN VERBA I S S |
dat(um) per Aur(elium) Purrum mil(item) coh(ortis) X p(iae) f(idelis) Gordianae c(enturiae) Proculi | DAT PER AVR PVRRVM MIL COH X P F GORDIANAE C PROCVLI |
convicanum et conpossessorem | CONVICANVM ET CONPOSSESSOREM |
Αὐτοκράτορι Καίσαρι Μ(άρκῳ) Ἀντωνίῳ | ΑΥΤΟΚΡΑΤΟΡΙ ΚΑΙΣΑΡΙ Μ ΑΝΤΩΝΙΩ |
Γορδιανῷ Εὐσεβεῖ Εὐτυχεῖ Σεβ(αστῷ) δέησις | ΓΟΡΔΙΑΝΩ ΕΥΣΕΒΕΙ ΕΥΤΥΧΕΙ ΣΕΒ ΔΕΗΣΙΣ |
παρὰ κωμητῶν Σκαπτοπαρηνων τῶν καὶ | ΠΑΡΑ ΚΩΜΗΤΩΝ ΣΚΑΠΤΟΠΑΡΗΝΩΝ ΤΩΝ ΚΑΙ |
Γρησειτων· ἐν τοῖς εὐτυχεστάτοις καὶ | ΓΡΗΣΕΙΤΩΝ· ΕΝ ΤΟΙΣ ΕΥΤΥΧΕΣΤΑΤΟΙΣ ΚΑΙ |
αἰωνίοις σοῦ καιροῖς κατοικεῖσθαι καὶ | ΑΙΩΝΙΟΙΣ ΣΟΥ ΚΑΙΡΟΙΣ ΚΑΤΟΙΚΕΙΣΘΑΙ ΚΑΙ |
βελτιοῦσθαι τὰς κώμας ἤπερ ἀναστά- | ΒΕΛΤΙΟΥΣΘΑΙ ΤΑΣ ΚΩΜΑΣ ΗΠΕΡ ΑΝΑΣΤΑ |
τους γίγνεσθαι τοὺς ἐνοικοῦντας πολ- | ΤΟΥΣ ΓΙΓΝΕΣΘΑΙ ΤΟΥΣ ΕΝΟΙΚΟΥΝΤΑΣ ΠΟΛ |
λάκ(ις) ἀντέγραψας· ἔστιν γε καὶ ἐπὶ τῇ τῶν | ΛΑΚ ΑΝΤΕΓΡΑΨΑΣ· ΕΣΤΙΝ ΓΕ ΚΑΙ ΕΠΙ ΤΗ ΤΩΝ |
ἀνθρώπων σωτηρίᾳ τὸ τοιοῦτο καὶ ἐπὶ | ΑΝΘΡΩΠΩΝ ΣΩΤΗΡΙΑ ΤΟ ΤΟΙΟΥΤΟ ΚΑΙ ΕΠΙ |
τοῦ ἱερωτάτου σοῦ ταμείου ὠφελείᾳ· | ΤΟΥ ΙΕΡΩΤΑΤΟΥ ΣΟΥ ΤΑΜΕΙΟΥ ΩΦΕΛΕΙΑ· |
ὅπερ καὶ αὐτοὶ ἔννομον ἱκεσίαν | ΟΠΕΡ ΚΑΙ ΑΥΤΟΙ ΕΝΝΟΜΟΝ ΙΚΕΣΙΑΝ |
τῇ θειότητί σου προσκομίζομεν εὐ- | ΤΗ ΘΕΙΟΤΗΤΙ ΣΟΥ ΠΡΟΣΚΟΜΙΖΟΜΕΝ ΕΥ |
χόμενοι ἱλέως ἐπινεῦσαι ἡμεῖν | ΧΟΜΕΝΟΙ ΙΛΕΩΣ ΕΠΙΝΕΥΣΑΙ ΗΜΕΙΝ |
δεομένοις τὸν τρόπον τοῦτον. οἰκοῦ- | ΔΕΟΜΕΝΟΙΣ ΤΟΝ ΤΡΟΠΟΝ ΤΟΥΤΟΝ ΟΙΚΟΥ |
μεν καὶ κεκτήμεθα ἐν τῇ προγεγραμ- | ΜΕΝ ΚΑΙ ΚΕΚΤΗΜΕΘΑ ΕΝ ΤΗ ΠΡΟΓΕΓΡΑΜ |
μένῃ κώμῃ οὔσῃ εὐεπεράστῳ διὰ τὸ | ΜΕΝΗ ΚΩΜΗ ΟΥΣΗ ΕΥΕΠΕΡΑΣΤΩ ΔΙΑ ΤΟ |
ἔχειν ὑδάτων θερμῶν χρῆσιν καὶ κεῖ- | ΕΧΕΙΝ ΥΔΑΤΩΝ ΘΕΡΜΩΝ ΧΡΗΣΙΝ ΚΑΙ ΚΕΙ |
σθαι μέσον δύο στρατοπέδων τῶν ὄν- | ΣΘΑΙ ΜΕΣΟΝ ΔΥΟ ΣΤΡΑΤΟΠΕΔΩΝ ΤΩΝ ΟΝ |
των ἐν τῇ σῇ Θρᾴκῃ· καὶ ἐφ’ οὗ μὲν τὸ | ΤΩΝ ΕΝ ΤΗ ΣΗ ΘΡΑΚΗ· ΚΑΙ ΕΦ’ ΟΥ ΜΕΝ ΤΟ |
πάλλαι οἱ κατοικοῦντες ἀόχλητοι | ΠΑΛΛΑΙ ΟΙ ΚΑΤΟΙΚΟΥΝΤΕΣ ΑΟΧΛΗΤΟΙ |
καὶ ἀδειάσειστοι ἔμενον, ἀνενδεως | ΚΑΙ ΑΔΕΙΑΣΕΙΣΤΟΙ ΕΜΕΝΟΝ ΑΝΕΝΔΕΩΣ |
τούς τε φόρους καὶ τὰ λοιπὰ ἐπιτάγματα | ΤΟΥΣ ΤΕ ΦΟΡΟΥΣ ΚΑΙ ΤΑ ΛΟΙΠΑ ΕΠΙΤΑΓΜΑΤΑ |
συνετέλουν· ἐπεὶ δὲ κατὰ καιροὺς εἰς | ΣΥΝΕΤΕΛΟΥΝ· ΕΠΕΙ ΔΕ ΚΑΤΑ ΚΑΙΡΟΥΣ ΕΙΣ |
ὕβριν προχωρεῖν τινες καὶ βιάζεσθαι | ΥΒΡΙΝ ΠΡΟΧΩΡΕΙΝ ΤΙΝΕΣ ΚΑΙ ΒΙΑΖΕΣΘΑΙ |
ἤρξαντο, τηνικαῦτα ἐλαττοῦσθαι | ΗΡΞΑΝΤΟ ΤΗΝΙΚΑΥΤΑ ΕΛΑΤΤΟΥΣΘΑΙ |
καὶ ἡ κώμη ἤρξατο. ἀπό γε μειλίων δύ- | ΚΑΙ Η ΚΩΜΗ ΗΡΞΑΤΟ ΑΠΟ ΓΕ ΜΕΙΛΙΩΝ ΔΥ |
ο τῆς κώμης ἡμῶν πανηγύρεως | Ο ΤΗΣ ΚΩΜΗΣ ΗΜΩΝ ΠΑΝΗΓΥΡΕΩΣ |
ἐπιτελουμένης διαβοήτου οἱ ἐκεῖσε | ΕΠΙΤΕΛΟΥΜΕΝΗΣ ΔΙΑΒΟΗΤΟΥ ΟΙ ΕΚΕΙΣΕ |
τῆς πανηγύρεως εἵνεκεν ἐπιδημοῦν- | ΤΗΣ ΠΑΝΗΓΥΡΕΩΣ ΕΙΝΕΚΕΝ ΕΠΙΔΗΜΟΥΝ |
τες ἡμέραις πεντεκαίδεκα ἐν τῷ | ΤΕΣ ΗΜΕΡΑΙΣ ΠΕΝΤΕΚΑΙΔΕΚΑ ΕΝ ΤΩ |
τόπῳ τῆς πανηγύρεως οὐ καταμέ- | ΤΟΠΩ ΤΗΣ ΠΑΝΗΓΥΡΕΩΣ ΟΥ ΚΑΤΑΜΕ |
νουσιν, ἀλλ’ ἀπολιμπάνοντες ἐπέρ- | ΝΟΥΣΙΝ ΑΛΛ’ ΑΠΟΛΙΜΠΑΝΟΝΤΕΣ ΕΠΕΡ |
χονται εἰς τὴν ἡμετέραν κώμην | ΧΟΝΤΑΙ ΕΙΣ ΤΗΝ ΗΜΕΤΕΡΑΝ ΚΩΜΗΝ |
καὶ ἀναγκάζουσιν ἡμᾶς ξενίας αὐ- | ΚΑΙ ΑΝΑΓΚΑΖΟΥΣΙΝ ΗΜΑΣ ΞΕΝΙΑΣ ΑΥ |
τοῖς παρέχειν καὶ ἕτερα πλεῖστα εἰς ἀ- | ΤΟΙΣ ΠΑΡΕΧΕΙΝ ΚΑΙ ΕΤΕΡΑ ΠΛΕΙΣΤΑ ΕΙΣ Α |
νάλημψιν αὐτῶν ἄνευ ἀργυρίου χο- | ΝΑΛΗΜΨΙΝ ΑΥΤΩΝ ΑΝΕΥ ΑΡΓΥΡΙΟΥ ΧΟ |
ρηγεῖν· πρὸς δὲ τούτοις καὶ στρατιῶται | ΡΗΓΕΙΝ· ΠΡΟΣ ΔΕ ΤΟΥΤΟΙΣ ΚΑΙ ΣΤΡΑΤΙΩΤΑΙ |
ἀλλαχοῦ πεμπόμενοι καταλιμπά- | ΑΛΛΑΧΟΥ ΠΕΜΠΟΜΕΝΟΙ ΚΑΤΑΛΙΜΠΑ |
νοντες τὰς ἰδίας ὁδοὺς πρὸς ἡμᾶς πα- | ΝΟΝΤΕΣ ΤΑΣ ΙΔΙΑΣ ΟΔΟΥΣ ΠΡΟΣ ΗΜΑΣ ΠΑ |
ραγείνονται καὶ ὁμοίως κατεπείγουσιν | ΡΑΓΕΙΝΟΝΤΑΙ ΚΑΙ ΟΜΟΙΩΣ ΚΑΤΕΠΕΙΓΟΥΣΙΝ |
παρέχειν αὐτοῖς τὰς ξενίας καὶ τὰ ἐπι- | ΠΑΡΕΧΕΙΝ ΑΥΤΟΙΣ ΤΑΣ ΞΕΝΙΑΣ ΚΑΙ ΤΑ ΕΠΙ |
τήδια μηδεμίαν τιμὴν καταβαλόντες· | ΤΗΔΙΑ ΜΗΔΕΜΙΑΝ ΤΙΜΗΝ ΚΑΤΑΒΑΛΟΝΤΕΣ· |
ἐπιδημοῦσι δὲ ὡς ἐπὶ τὸ πλεῖστον | ΕΠΙΔΗΜΟΥΣΙ ΔΕ ΩΣ ΕΠΙ ΤΟ ΠΛΕΙΣΤΟΝ |
διὰ τὴν τῶν ὑδάτων χρῆσιν οἵ τε ἡγού- | ΔΙΑ ΤΗΝ ΤΩΝ ΥΔΑΤΩΝ ΧΡΗΣΙΝ ΟΙ ΤΕ ΗΓΟΥ |
μενοι τῆς ἐπαρχίας, ἀλλὰ καὶ οἱ ἐπί- | ΜΕΝΟΙ ΤΗΣ ΕΠΑΡΧΙΑΣ ΑΛΛΑ ΚΑΙ ΟΙ ΕΠΙ |
τροποί σου· καὶ τὰς μὲν ἐξουσίας εὐξε- | ΤΡΟΠΟΙ ΣΟΥ· ΚΑΙ ΤΑΣ ΜΕΝ ΕΞΟΥΣΙΑΣ ΕΥΞΕ |
νώτατα δεχόμεθα κατὰ τὸ ἀναγκαῖον, | ΝΩΤΑΤΑ ΔΕΧΟΜΕΘΑ ΚΑΤΑ ΤΟ ΑΝΑΓΚΑΙΟΝ |
τοὺς δὲ λοιποὺς ὑποφέρειν μὴ δυνάμε- | ΤΟΥΣ ΔΕ ΛΟΙΠΟΥΣ ΥΠΟΦΕΡΕΙΝ ΜΗ ΔΥΝΑΜΕ |
νοι ἐνετύχομεν πλειστάκις τοῖς ἡγε- | ΝΟΙ ΕΝΕΤΥΧΟΜΕΝ ΠΛΕΙΣΤΑΚΙΣ ΤΟΙΣ ΗΓΕ |
μόσι τῆς Θρᾴκης, οἵτινες ἀκολούθως | ΜΟΣΙ ΤΗΣ ΘΡΑΚΗΣ ΟΙΤΙΝΕΣ ΑΚΟΛΟΥΘΩΣ |
ταῖς θείαις ἐντολαῖς ἐκέλευσαν ἀοχλή- | ΤΑΙΣ ΘΕΙΑΙΣ ΕΝΤΟΛΑΙΣ ΕΚΕΛΕΥΣΑΝ ΑΟΧΛΗ |
τους ἡμᾶς εἶναι· ἐδηλώσαμεν γὰρ μη- | ΤΟΥΣ ΗΜΑΣ ΕΙΝΑΙ· ΕΔΗΛΩΣΑΜΕΝ ΓΑΡ ΜΗ |
κέτι ἡμᾶς δύνασθαι ὑπομένειν, ἀλ- | ΚΕΤΙ ΗΜΑΣ ΔΥΝΑΣΘΑΙ ΥΠΟΜΕΝΕΙΝ ΑΛ |
λὰ καὶ νοῦν ἔχειν συνλείπειν καὶ τοὺς | ΛΑ ΚΑΙ ΝΟΥΝ ΕΧΕΙΝ ΣΥΝΛΕΙΠΕΙΝ ΚΑΙ ΤΟΥΣ |
πατρῴους θεμελίους διὰ τὴν τῶν | ΠΑΤΡΩΟΥΣ ΘΕΜΕΛΙΟΥΣ ΔΙΑ ΤΗΝ ΤΩΝ |
ἐπερχομένων ἡμεῖν βίαν· καὶ γὰρ | ΕΠΕΡΧΟΜΕΝΩΝ ΗΜΕΙΝ ΒΙΑΝ· ΚΑΙ ΓΑΡ |
ὡς ἀληθῶς ἀπὸ πολλῶν οἰκοδεσπο- | ΩΣ ΑΛΗΘΩΣ ΑΠΟ ΠΟΛΛΩΝ ΟΙΚΟΔΕΣΠΟ |
τῶν εἰς ἐλαχίστους κατεληλύθα- | ΤΩΝ ΕΙΣ ΕΛΑΧΙΣΤΟΥΣ ΚΑΤΕΛΗΛΥΘΑ |
μεν· καὶ χρόνῳ μέν τινι ἴσχυσεν | ΜΕΝ· ΚΑΙ ΧΡΟΝΩ ΜΕΝ ΤΙΝΙ ΙΣΧΥΣΕΝ |
τὰ προστάγματα τῶν ἡγουμένων | ΤΑ ΠΡΟΣΤΑΓΜΑΤΑ ΤΩΝ ΗΓΟΥΜΕΝΩΝ |
καὶ οὐδεὶς ἡμεῖν ἐνόχλησεν οὔτε | ΚΑΙ ΟΥΔΕΙΣ ΗΜΕΙΝ ΕΝΟΧΛΗΣΕΝ ΟΥΤΕ |
ξενίας αἰτήματι οὔτε παροχῆς ἐπι- | ΞΕΝΙΑΣ ΑΙΤΗΜΑΤΙ ΟΥΤΕ ΠΑΡΟΧΗΣ ΕΠΙ |
τηδείων, προϊόντων δὲ τῶν χρόνων | ΤΗΔΕΙΩΝ ΠΡΟΙΟΝΤΩΝ ΔΕ ΤΩΝ ΧΡΟΝΩΝ |
πάλιν ἐτόλμησαν ἐπιφύεσθαι ἡ- | ΠΑΛΙΝ ΕΤΟΛΜΗΣΑΝ ΕΠΙΦΥΕΣΘΑΙ Η |
μεῖν πλεῖστοι ὅσοι τῆς ἰδιωτίας | ΜΕΙΝ ΠΛΕΙΣΤΟΙ ΟΣΟΙ ΤΗΣ ΙΔΙΩΤΙΑΣ |
ἡμῶν καταφρονοῦντες. ἐπεὶ οὖν οὐ- | ΗΜΩΝ ΚΑΤΑΦΡΟΝΟΥΝΤΕΣ ΕΠΕΙ ΟΥΝ ΟΥ |
κέτι δυνάμεθα φέρειν τὰ βάρη | ΚΕΤΙ ΔΥΝΑΜΕΘΑ ΦΕΡΕΙΝ ΤΑ ΒΑΡΗ |
καὶ ὡς ἀληθῶς κινδυνεύομεν ὅπερ | ΚΑΙ ΩΣ ΑΛΗΘΩΣ ΚΙΝΔΥΝΕΥΟΜΕΝ ΟΠΕΡ |
οἱ λοιποὶ τόδε καὶ ἡμεῖς προλιπεῖν | ΟΙ ΛΟΙΠΟΙ ΤΟΔΕ ΚΑΙ ΗΜΕΙΣ ΠΡΟΛΙΠΕΙΝ |
τοὺς προγονικοὺς θεμελίους, τού- | ΤΟΥΣ ΠΡΟΓΟΝΙΚΟΥΣ ΘΕΜΕΛΙΟΥΣ ΤΟΥ |
του χάριν δεόμεθά σου, ἀνίκητε | ΤΟΥ ΧΑΡΙΝ ΔΕΟΜΕΘΑ ΣΟΥ ΑΝΙΚΗΤΕ |
Σεβαστέ, ὅπως διὰ θείας σου ἀντιγρα- | ΣΕΒΑΣΤΕ ΟΠΩΣ ΔΙΑ ΘΕΙΑΣ ΣΟΥ ΑΝΤΙΓΡΑ |
φῆς κελεύσῃς ἕκαστον τὴν ἰδίαν πο- | ΦΗΣ ΚΕΛΕΥΣΗΣ ΕΚΑΣΤΟΝ ΤΗΝ ΙΔΙΑΝ ΠΟ |
ρεύεσθαι ὁδὸν καὶ μὴ ἀπολιμπάνοντας | ΡΕΥΕΣΘΑΙ ΟΔΟΝ ΚΑΙ ΜΗ ΑΠΟΛΙΜΠΑΝΟΝΤΑΣ |
αὐτοὺς τὰς ἄλλας κώμας ἐφ’ ἡμᾶς | ΑΥΤΟΥΣ ΤΑΣ ΑΛΛΑΣ ΚΩΜΑΣ ΕΦ’ ΗΜΑΣ |
ἔρχεσθαι μήτε καταναγκάζειν | ΕΡΧΕΣΘΑΙ ΜΗΤΕ ΚΑΤΑΝΑΓΚΑΖΕΙΝ |
ἡμᾶς χορηγεῖν αὐτοῖς προῖκα τὰ | ΗΜΑΣ ΧΟΡΗΓΕΙΝ ΑΥΤΟΙΣ ΠΡΟΙΚΑ ΤΑ |
ἐπιτήδεια, ἀλλὰ μηδὲ ξενίαν αὐτοῖς | ΕΠΙΤΗΔΕΙΑ ΑΛΛΑ ΜΗΔΕ ΞΕΝΙΑΝ ΑΥΤΟΙΣ |
παρέχειν, οἷς μή ἐστιν ἀνάγκη, ὅτι | ΠΑΡΕΧΕΙΝ ΟΙΣ ΜΗ ΕΣΤΙΝ ΑΝΑΓΚΗ ΟΤΙ |
γὰρ οἱ ἡγούμενοι πλεονάκις ἐκέ- | ΓΑΡ ΟΙ ΗΓΟΥΜΕΝΟΙ ΠΛΕΟΝΑΚΙΣ ΕΚΕ |
λευσαν μὴ ἄλλοις παρέχεσθαι ξε- | ΛΕΥΣΑΝ ΜΗ ΑΛΛΟΙΣ ΠΑΡΕΧΕΣΘΑΙ ΞΕ |
νίαν εἰ μὴ τοῖς ὑπὸ τῶν ἡγουμέ- | ΝΙΑΝ ΕΙ ΜΗ ΤΟΙΣ ΥΠΟ ΤΩΝ ΗΓΟΥΜΕ |
νων καὶ ἐπιτρόπων ἐκπεμ- | ΝΩΝ ΚΑΙ ΕΠΙΤΡΟΠΩΝ ΕΚΠΕΜ |
πομένοις εἰς ὑπηρεσίαν, ἐάν τε | ΠΟΜΕΝΟΙΣ ΕΙΣ ΥΠΗΡΕΣΙΑΝ ΕΑΝ ΤΕ |
βαρούμεθα, φευξόμεθα ἀπὸ τῶν | ΒΑΡΟΥΜΕΘΑ ΦΕΥΞΟΜΕΘΑ ΑΠΟ ΤΩΝ |
οἰκείων καὶ μεγίστην ζημίαν τὸ | ΟΙΚΕΙΩΝ ΚΑΙ ΜΕΓΙΣΤΗΝ ΖΗΜΙΑΝ ΤΟ |
ταμεῖον περιβληθήσεται ἵνα | ΤΑΜΕΙΟΝ ΠΕΡΙΒΛΗΘΗΣΕΤΑΙ ΙΝΑ |
ἐλεηθέντες διὰ τὴν θείαν σου | ΕΛΕΗΘΕΝΤΕΣ ΔΙΑ ΤΗΝ ΘΕΙΑΝ ΣΟΥ |
πρόνοιαν καὶ μείναντες ἐν | ΠΡΟΝΟΙΑΝ ΚΑΙ ΜΕΙΝΑΝΤΕΣ ΕΝ |
τοῖς ἰδίοις τούς τε ἱεροὺς φόρους | ΤΟΙΣ ΙΔΙΟΙΣ ΤΟΥΣ ΤΕ ΙΕΡΟΥΣ ΦΟΡΟΥΣ |
καὶ τὰ λοιπὰ τελέσματα παρέχειν | ΚΑΙ ΤΑ ΛΟΙΠΑ ΤΕΛΕΣΜΑΤΑ ΠΑΡΕΧΕΙΝ |
δυνησόμεθα· συμβήσεται δὲ | ΔΥΝΗΣΟΜΕΘΑ· ΣΥΜΒΗΣΕΤΑΙ ΔΕ |
τοῦτο ἡμεῖν ἐν τοῖς εὐτυχεστά- | ΤΟΥΤΟ ΗΜΕΙΝ ΕΝ ΤΟΙΣ ΕΥΤΥΧΕΣΤΑ |
τοις σοῦ καιροῖς, ἐὰν κελεύσῃς | ΤΟΙΣ ΣΟΥ ΚΑΙΡΟΙΣ ΕΑΝ ΚΕΛΕΥΣΗΣ |
τὰ θεῖά σου γράμματα ἐν στή- | ΤΑ ΘΕΙΑ ΣΟΥ ΓΡΑΜΜΑΤΑ ΕΝ ΣΤΗ |
λῃ ἀναγραφέντα δημοσίᾳ προ- | ΛΗ ΑΝΑΓΡΑΦΕΝΤΑ ΔΗΜΟΣΙΑ ΠΡΟ |
φανεῖσθαι, ἵνα τούτου τυχόντες | ΦΑΝΕΙΣΘΑΙ ΙΝΑ ΤΟΥΤΟΥ ΤΥΧΟΝΤΕΣ |
τῇ Τύχῃ σοῦ χάριν ὁμολογεῖν | ΤΗ ΤΥΧΗ ΣΟΥ ΧΑΡΙΝ ΟΜΟΛΟΓΕΙΝ |
δυνησόμεθα, ὡς καὶ νῦν καθο[ρ]- | ΔΥΝΗΣΟΜΕΘΑ ΩΣ ΚΑΙ ΝΥΝ ΚΑΘΟ[ ] |
ιώμενοί σου ποιοῦμεν. | ΙΩΜΕΝΟΙ ΣΟΥ ΠΟΙΟΥΜΕΝ |
Adlegent Πύρρος ὁ πρα[ι]τωρι- | ADLEGENT ΠΥΡΡΟΣ Ο ΠΡΑ[ ]ΤΩΡΙ |
ανὸς ἀπὸ θείας φιλανθρωπί- | ΑΝΟΣ ΑΠΟ ΘΕΙΑΣ ΦΙΛΑΝΘΡΩΠΙ |
ας ἐπὶ τὴν ἔντευξιν ταύ- | ΑΣ ΕΠΙ ΤΗΝ ΕΝΤΕΥΞΙΝ ΤΑΥ |
την ἐλήλυθεν· [κ]αὶ δοκεῖ δέ | ΤΗΝ ΕΛΗΛΥΘΕΝ· [ ]ΑΙ ΔΟΚΕΙ ΔΕ |
μοι θεῶν τις προνοήσασθαι | ΜΟΙ ΘΕΩΝ ΤΙΣ ΠΡΟΝΟΗΣΑΣΘΑΙ |
τῆς παρούσης ἀξιώσεως· | ΤΗΣ ΠΑΡΟΥΣΗΣ ΑΞΙΩΣΕΩΣ· |
τὸ γὰρ τὸν θειότατον Αὐτο- | ΤΟ ΓΑΡ ΤΟΝ ΘΕΙΟΤΑΤΟΝ ΑΥΤΟ |
κράτορα περὶ τούτων πέμ- | ΚΡΑΤΟΡΑ ΠΕΡΙ ΤΟΥΤΩΝ ΠΕΜ |
ψαι τὴν ἰδίαν γνῶσιν ἐπὶ | ΨΑΙ ΤΗΝ ΙΔΙΑΝ ΓΝΩΣΙΝ ΕΠΙ |
σὲ ἔτι δὲ ἤδη φθάσαντα | ΣΕ ΕΤΙ ΔΕ ΗΔΗ ΦΘΑΣΑΝΤΑ |
περὶ τούτων καὶ προγράμ- | ΠΕΡΙ ΤΟΥΤΩΝ ΚΑΙ ΠΡΟΓΡΑΜ |
μασιν καὶ διατάγμασιν | ΜΑΣΙΝ ΚΑΙ ΔΙΑΤΑΓΜΑΣΙΝ |
δεδωκέναι[?], τοῦτο ἐμοὶ δο- | ΔΕΔΩΚΕΝΑΙ[ ] ΤΟΥΤΟ ΕΜΟΙ ΔΟ |
κεῖ τῆς ἀγαθῆς τύχης ἔργον | ΚΕΙ ΤΗΣ ΑΓΑΘΗΣ ΤΥΧΗΣ ΕΡΓΟΝ |
εἶναι. ἦν δὲ ἡ ἀξίωσις· ἡ κώ- | ΕΙΝΑΙ ΗΝ ΔΕ Η ΑΞΙΩΣΙΣ· Η ΚΩ |
μη ἡ τοῦ βοηθουμένου στρα- | ΜΗ Η ΤΟΥ ΒΟΗΘΟΥΜΕΝΟΥ ΣΤΡΑ |
τιώτου ἐστὶν ἐν τῷ καλλί- | ΤΙΩΤΟΥ ΕΣΤΙΝ ΕΝ ΤΩ ΚΑΛΛΙ |
στῳ τῆς πολιτείας τῆς ἡμε- | ΣΤΩ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ ΤΗΣ ΗΜΕ |
τέρας τῶν Παυταλιωτῶν πόλεως | ΤΕΡΑΣ ΤΩΝ ΠΑΥΤΑΛΙΩΤΩΝ ΠΟΛΕΩΣ |
κειμένη, καλῶς μὲν τῶν ὀρῶν | ΚΕΙΜΕΝΗ ΚΑΛΩΣ ΜΕΝ ΤΩΝ ΟΡΩΝ |
καὶ τῶν πεδίων ἔχουσα, | ΚΑΙ ΤΩΝ ΠΕΔΙΩΝ ΕΧΟΥΣΑ |
πρὸς δὲ τούτοις καὶ θερ- | ΠΡΟΣ ΔΕ ΤΟΥΤΟΙΣ ΚΑΙ ΘΕΡ |
μῶν ὑδάτων λουτρὰ οὐ μό- | ΜΩΝ ΥΔΑΤΩΝ ΛΟΥΤΡΑ ΟΥ ΜΟ |
νον πρὸς τρυφήν, ἀλλὰ καὶ | ΝΟΝ ΠΡΟΣ ΤΡΥΦΗΝ ΑΛΛΑ ΚΑΙ |
ὑγείαν καὶ θεραπείαν σω- | ΥΓΕΙΑΝ ΚΑΙ ΘΕΡΑΠΕΙΑΝ ΣΩ |
μάτων ἐπιτηδειότατα, | ΜΑΤΩΝ ΕΠΙΤΗΔΕΙΟΤΑΤΑ |
πλησίον δὲ καὶ πανήγυρις | ΠΛΗΣΙΟΝ ΔΕ ΚΑΙ ΠΑΝΗΓΥΡΙΣ |
πολλάκις μὲν ἐν τῷ ἔτει | ΠΟΛΛΑΚΙΣ ΜΕΝ ΕΝ ΤΩ ΕΤΕΙ |
συναγομένη, περὶ δὲ καλ(άνδας) | ΣΥΝΑΓΟΜΕΝΗ ΠΕΡΙ ΔΕ ΚΑΛ |
Ὀκτωμβρίας καὶ εἰς πεντε- | ΟΚΤΩΜΒΡΙΑΣ ΚΑΙ ΕΙΣ ΠΕΝΤΕ |
καίδεκα ἡμερῶν ἀτελὴς | ΚΑΙΔΕΚΑ ΗΜΕΡΩΝ ΑΤΕΛΗΣ |
συμβέβηκεν τοίνυν τὰ δοκοῦν- | ΣΥΜΒΕΒΗΚΕΝ ΤΟΙΝΥΝ ΤΑ ΔΟΚΟΥΝ |
τα τῆς κώμης ταύτης πλεον- | ΤΑ ΤΗΣ ΚΩΜΗΣ ΤΑΥΤΗΣ ΠΛΕΟΝ |
εκτήματα τῷ χρόνῳ περι- | ΕΚΤΗΜΑΤΑ ΤΩ ΧΡΟΝΩ ΠΕΡΙ |
εληλυθέναι αὐτῆς εἰς ἐλατ- | ΕΛΗΛΥΘΕΝΑΙ ΑΥΤΗΣ ΕΙΣ ΕΛΑΤ |
τώματα· διὰ γὰρ τὰς | ΤΩΜΑΤΑ· ΔΙΑ ΓΑΡ ΤΑΣ |
προειρημένας ταύτας | ΠΡΟΕΙΡΗΜΕΝΑΣ ΤΑΥΤΑΣ |
προφάσεις πολλοὶ πολλά- | ΠΡΟΦΑΣΕΙΣ ΠΟΛΛΟΙ ΠΟΛΛΑ |
κις στρατιῶται ἐνεπιδη- | ΚΙΣ ΣΤΡΑΤΙΩΤΑΙ ΕΝΕΠΙΔΗ |
μοῦντες ταῖς τε ἐπιξενώ- | ΜΟΥΝΤΕΣ ΤΑΙΣ ΤΕ ΕΠΙΞΕΝΩ |
σεσιν καὶ ταῖς βαρήσεσιν | ΣΕΣΙΝ ΚΑΙ ΤΑΙΣ ΒΑΡΗΣΕΣΙΝ |
ἐνοχλοῦσιν τὴν κώμην· | ΕΝΟΧΛΟΥΣΙΝ ΤΗΝ ΚΩΜΗΝ· |
κ[αὶ] διὰ ταύτας αἰτίας πρό- | Κ[ ] ΔΙΑ ΤΑΥΤΑΣ ΑΙΤΙΑΣ ΠΡΟ |
τερον αὐτὴν καὶ πλουσιο- | ΤΕΡΟΝ ΑΥΤΗΝ ΚΑΙ ΠΛΟΥΣΙΟ |
τέραν καὶ πολυάνθρωπον | ΤΕΡΑΝ ΚΑΙ ΠΟΛΥΑΝΘΡΩΠΟΝ |
μᾶλλον οὖσαν νῦν εἰς ἐσχά- | ΜΑΛΛΟΝ ΟΥΣΑΝ ΝΥΝ ΕΙΣ ΕΣΧΑ |
την ἀπορίαν ἐληλυθέναι. | ΤΗΝ ΑΠΟΡΙΑΝ ΕΛΗΛΥΘΕΝΑΙ |
περὶ τούτων ἐδεήθη- | ΠΕΡΙ ΤΟΥΤΩΝ ΕΔΕΗΘΗ |
σαν πολλάκις καὶ τῶν ἡγε- | ΣΑΝ ΠΟΛΛΑΚΙΣ ΚΑΙ ΤΩΝ ΗΓΕ |
μόνων, ἀλλὰ καὶ μέχρις τι- | ΜΟΝΩΝ ΑΛΛΑ ΚΑΙ ΜΕΧΡΙΣ ΤΙ |
νῶν ἴσχυσεν αὐτῶν τὰ | ΝΩΝ ΙΣΧΥΣΕΝ ΑΥΤΩΝ ΤΑ |
προστάγματα, μετὰ δὲ | ΠΡΟΣΤΑΓΜΑΤΑ ΜΕΤΑ ΔΕ |
ταῦτα κατωλιγωρήθη | ΤΑΥΤΑ ΚΑΤΩΛΙΓΩΡΗΘΗ |
διὰ τὴν συνήθειαν τῆς | ΔΙΑ ΤΗΝ ΣΥΝΗΘΕΙΑΝ ΤΗΣ |
τοιαύτης ἐνοχλήσεως· | ΤΟΙΑΥΤΗΣ ΕΝΟΧΛΗΣΕΩΣ· |
διὰ τοῦτο ἀναγκαίως κατ- | ΔΙΑ ΤΟΥΤΟ ΑΝΑΓΚΑΙΩΣ ΚΑΤ |
έφυγον ἐπὶ τὸν Σεβαστόν | ΕΦΥΓΟΝ ΕΠΙ ΤΟΝ ΣΕΒΑΣΤΟΝ |
Imp(erator) Caesar M(arcus) Antonius Gordianus Pius Felix Aug(ustus) vikanis(!) per Pyrrum mil(item) conposses- | IMP CAESAR M ANTONIVS GORDIANVS PIVS FELIX AVG VIKANIS PER PYRRVM MIL CONPOSSES |
sore[m] id genus qu[a]erellae praecibus intentum an ve[---]at iustitia praesidis | SORE[ ] ID GENVS QV[ ]ERELLAE PRAECIBVS INTENTVM AN VE[ ]AT IVSTITIA PRAESIDIS |
potius super his quae adlegabuntur instructa discingere quam rescripto principali | POTIVS SVPER HIS QVAE ADLEGABVNTVR INSTRVCTA DISCINGERE QVAM RESCRIPTO PRINCIPALI |
certam formam reportare debeas rescripsi recognovi signa VI[I] | CERTAM FORMAM REPORTARE DEBEAS RESCRIPSI RECOGNOVI SIGNA VI[ ] |
Literature:
- AE 1892, 0040.
- A. Kontoleon, MDAI(A) 16, 1891, 267-279. - AE 1892.
- AE 1994, 1552.
- K. Hallof, Chiron 24, 1994, 405-441; S. 414 (Zeichnung). (B) - AE 1994.
- AE 1995, 1373.
- T. Hauken, SO 70, 1995, 82-94. - AE 1995.
- CIL 03, 12336.
- SIG (2. Aufl.) 418.
- SIG (3. Aufl.) 888.
- IGR 1, 0674.
- IGBulg 2236.
- PIR (2. Aufl.) F 553. (B)
- PIR (2. Aufl.) P 818.
- T. Hauken, Petition and response. An epigraphic study of petitions to Roman emperors 181-249 (Bergen 1998) 74-139, Nr. 5. (B)
Find circumstances / present location
Type of inscription / language
type of inscription:
public legal inscription
language:
Greek-Latin
Type of monument
type of monument:
tabula
height:
100 cm
width:
70 cm
letter size:
0.5-1.2 cm
Historical relevant data
geography:
present
Commentary
Das originale Denkmal wurde in 1868 in einem Weinberg gefunden. Drei Abschriften von der Inschrift wurden von einem gewissen Z.K. Kapellas angefertigt, von denen nur noch eine nachzuverfolgen ist. Der Stein selber befand sich noch 1875 in der christlichen Kirche von Cumaja. Zwischen diesem Jahr und 1891 ist der Stein in vier Teilen zerschlagen worden. In 1891 entstand ein Abklatsch von lediglich dem unteren Teil des Denkmals, der in Berlin Anfang der 90er Jahre wieder gefunden wurde. Der Stein selber ist seit irgendwann nach 1891 nicht mehr auffindbar. (B): Eine Rekonstruktion der Inschrift findet sich bei T. Hauken, Petition and Response, S. 84, dessen Textgestaltung (S. 85-94) hier wiedergegeben wird, wobei nur wenige Klammern, die auf dem Abklatsch nicht mehr nachvollziehbare Buchstaben anzeigen, beibehalten wurden. Z. 1-7 (der lateinische Teil am Anfang), Z. 8-27 (der oberer Teil der linken Kolume des griechischen Texts), Z. 68-80 (der oberer Teil der mittleren Kolumne des griechischen Texts) und Z. 119-132 (der oberer Teil der rechten Kolume des griechischen Texts) sind basieren auf eine korrigierte Fassung der verschiedenen Abschriften, dazu vgl. die Apparate von T.Hauken und K. Hallof. (B): Vgl. K. Dietz, Senatus contra principem (München 1980), 165-166, Nr. 41.
People
Person 1
Name:
Fulvio Pio
Nomen:
Fulvius
Cognomen:
Pius
gender:
male
Status:
senatorial order
Person 2
Name:
<P=R>otio. Proculo
Nomen:
Pontius*
Cognomen:
Proculus
gender:
male
Status:
senatorial order
PIR:
PIR (2. Aufl.) P 818
Person 3
Name:
M. Antonio Gordiano / Μ. Ἀντωνίῳ Γορδιανῷ
Praenomen:
M.+ / Μ.
Nomen:
Antonius / Ἀντώνιος
Cognomen:
Gordianus / Γορδιανός
gender:
male
Status:
emperor / imperial household
Person 4
Name:
Aur. Purrum / Πύρρος
Nomen:
Aurelius*
Cognomen:
Pyrrhus / Πύρρος
gender:
male
General Data
HD-Nr:
HD044445
Work Status:
provisional
Last Update:
2013-10-15 by Cowey
See Also:
Consulate: