Inscription Database
Honorific inscription from Kalindoia – Kalamoto (Macedonia)
Canonical URI:
https://edh.ub.uni-heidelberg.de/edh/inschrift/HD053850
(Last Updates: 2011-11-28, Cowey)
Transcription | Majuscle |
ἔτους ηʹ καὶ μʹ καὶ ρʹ | ΕΤΟΥΣ Ηʹ ΚΑΙ Μʹ ΚΑΙ Ρʹ |
οἱ πολιτάρχαι προβουλευσα- | ΟΙ ΠΟΛΙΤΑΡΧΑΙ ΠΡΟΒΟΥΛΕΥΣΑ |
μένων τῶν βουλευτῶν | ΜΕΝΩΝ ΤΩΝ ΒΟΥΛΕΥΤΩΝ |
καὶ γενομένης ἐκκλησίας εἶ- | ΚΑΙ ΓΕΝΟΜΕΝΗΣ ΕΚΚΛΗΣΙΑΣ ΕΙ |
παν ἐν τῶι δήμωι ἐπεὶ Ἀ- | ΠΑΝ ΕΝ ΤΩΙ ΔΗΜΩΙ ΕΠΕΙ Α |
πολλώνιος Ἀπολλωνίου | ΠΟΛΛΩΝΙΟΣ ΑΠΟΛΛΩΝΙΟΥ |
τοῦ Κερτίμμου γενόμε- | ΤΟΥ ΚΕΡΤΙΜΜΟΥ ΓΕΝΟΜΕ |
νος ἀνὴρ ἀγαθὸς καὶ πάσης | ΝΟΣ ΑΝΗΡ ΑΓΑΘΟΣ ΚΑΙ ΠΑΣΗΣ |
τειμῆς ἄξιος, ἐπιδεξάμενος | ΤΕΙΜΗΣ ΑΞΙΟΣ ΕΠΙΔΕΞΑΜΕΝΟΣ |
αὐθαίρετον ἱερατήαν Διὸς καὶ Ῥώμης | ΑΥΘΑΙΡΕΤΟΝ ΙΕΡΑΤΗΑΝ ΔΙΟΣ ΚΑΙ ΡΩΜΗΣ |
καὶ Καίσαρος θεοῦ υἱοῦ Σεβαστοῦ τοσαύτην | ΚΑΙ ΚΑΙΣΑΡΟΣ ΘΕΟΥ ΥΙΟΥ ΣΕΒΑΣΤΟΥ ΤΟΣΑΥΤΗΝ |
εἰσηνέγκατο μεγαλοφροσύνην ἀξίως καὶ τῆς τῶν προ- | ΕΙΣΗΝΕΓΚΑΤΟ ΜΕΓΑΛΟΦΡΟΣΥΝΗΝ ΑΞΙΩΣ ΚΑΙ ΤΗΣ ΤΩΝ ΠΡΟ |
γόνων καὶ τῆς ἰδίας ἀρετῆς φιλοδοξήσας ὥστε μηδε- | ΓΟΝΩΝ ΚΑΙ ΤΗΣ ΙΔΙΑΣ ΑΡΕΤΗΣ ΦΙΛΟΔΟΞΗΣΑΣ ΩΣΤΕ ΜΗΔΕ |
μίαν ὑπερβολὴν καταλιπεῖν τῶν εἰς τοὺς θεοὺς καὶ τὴν | ΜΙΑΝ ΥΠΕΡΒΟΛΗΝ ΚΑΤΑΛΙΠΕΙΝ ΤΩΝ ΕΙΣ ΤΟΥΣ ΘΕΟΥΣ ΚΑΙ ΤΗΝ |
πατρίδα δαπανημάτων, τάς τε γὰρ παρ’ ὅλον τὸν ἐνιαυτὸν | ΠΑΤΡΙΔΑ ΔΑΠΑΝΗΜΑΤΩΝ ΤΑΣ ΤΕ ΓΑΡ ΠΑΡ’ ΟΛΟΝ ΤΟΝ ΕΝΙΑΥΤΟΝ |
ἐκ τῆς πόλεως κατὰ μῆνα γεινομένας Διὶ καὶ Καίσαρι Σεβα- | ΕΚ ΤΗΣ ΠΟΛΕΩΣ ΚΑΤΑ ΜΗΝΑ ΓΕΙΝΟΜΕΝΑΣ ΔΙΙ ΚΑΙ ΚΑΙΣΑΡΙ ΣΕΒΑ |
στῶι θυσίας ἐκ τοῦ ἰδίου παριστὰς καὶ τοῖς θεοῖς τὰς | ΣΤΩΙ ΘΥΣΙΑΣ ΕΚ ΤΟΥ ΙΔΙΟΥ ΠΑΡΙΣΤΑΣ ΚΑΙ ΤΟΙΣ ΘΕΟΙΣ ΤΑΣ |
τειμὰς πολυτελεῖς προσηνέγκατο καὶ τοῖς πολείταις τὴν | ΤΕΙΜΑΣ ΠΟΛΥΤΕΛΕΙΣ ΠΡΟΣΗΝΕΓΚΑΤΟ ΚΑΙ ΤΟΙΣ ΠΟΛΕΙΤΑΙΣ ΤΗΝ |
ἑστίασιν καὶ εὐωχίαν μεγαλομερῆ παρέσχετο καὶ λαϊ- | ΕΣΤΙΑΣΙΝ ΚΑΙ ΕΥΩΧΙΑΝ ΜΕΓΑΛΟΜΕΡΗ ΠΑΡΕΣΧΕΤΟ ΚΑΙ ΛΑΙ |
κῶς πανδημεὶ δειπνίζων καὶ κατὰ τρίκλεινον καὶ τ[ὴν] | ΚΩΣ ΠΑΝΔΗΜΕΙ ΔΕΙΠΝΙΖΩΝ ΚΑΙ ΚΑΤΑ ΤΡΙΚΛΕΙΝΟΝ ΚΑΙ Τ[ ] |
ἐπὶ τῆς πανηγύρεως πομπὴν ποικίλην καὶ ἀξιοθ[έατον] | ΕΠΙ ΤΗΣ ΠΑΝΗΓΥΡΕΩΣ ΠΟΜΠΗΝ ΠΟΙΚΙΛΗΝ ΚΑΙ ΑΞΙΟΘ[ ] |
σκευάσας καὶ τοὺς ἀγῶνας Διὶ καὶ Καίσαρ[ι τῶ]ι Σεβ[αστῶι] | ΣΚΕΥΑΣΑΣ ΚΑΙ ΤΟΥΣ ΑΓΩΝΑΣ ΔΙΙ ΚΑΙ ΚΑΙΣΑΡ[ ]Ι ΣΕΒ[ ] |
πολυτελεῖς θέμενος καὶ ἀξίους [τῶν θεῶν καὶ τῆς πατρίδος] | ΠΟΛΥΤΕΛΕΙΣ ΘΕΜΕΝΟΣ ΚΑΙ ΑΞΙΟΥΣ [ ] |
οὐ μόνον πρὸς τὴν τῆς εὐωχίας [φρ]ονῶν [χρείαν, ἀλλὰ καὶ] | ΟΥ ΜΟΝΟΝ ΠΡΟΣ ΤΗΝ ΤΗΣ ΕΥΩΧΙΑΣ [ ]ΟΝΩΝ [ ] |
τὴν θέαν καὶ τὴν ἀπά[τη]ν [καὶ τὴν διά]χυσιν τῆς ψ[υχῆς] | ΤΗΝ ΘΕΑΝ ΚΑΙ ΤΗΝ ΑΠΑ[ ]Ν [ ]ΧΥΣΙΝ ΤΗΣ Ψ[ ] |
ἐφιλανθρώπησεν τοὺς πολείτας τάς τε ἐκ τῆς π[όλε]- | ΕΦΙΛΑΝΘΡΩΠΗΣΕΝ ΤΟΥΣ ΠΟΛΕΙΤΑΣ ΤΑΣ ΤΕ ΕΚ ΤΗΣ Π[ ] |
ως ἐν τῆι πανηγύρει δημοτελεῖς γεινομένας θυσίας Διὶ | ΩΣ ΕΝ ΤΗΙ ΠΑΝΗΓΥΡΕΙ ΔΗΜΟΤΕΛΕΙΣ ΓΕΙΝΟΜΕΝΑΣ ΘΥΣΙΑΣ ΔΙΙ |
καὶ Καίσαρι τῶι Σεβαστῶι καὶ τοῖς λοιποῖς εὐεργέταις παραι- | ΚΑΙ ΚΑΙΣΑΡΙ ΤΩΙ ΣΕΒΑΣΤΩΙ ΚΑΙ ΤΟΙΣ ΛΟΙΠΟΙΣ ΕΥΕΡΓΕΤΑΙΣ ΠΑΡΑΙ |
τησάμενος τὴν πατρίδα ταῖς ἰδίαις τὴν πᾶσαν ἑορτὴν εὐώχησεν ἐν τοῖς τρικλείνοις καὶ | ΤΗΣΑΜΕΝΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ ΤΑΙΣ ΙΔΙΑΙΣ ΤΗΝ ΠΑΣΑΝ ΕΟΡΤΗΝ ΕΥΩΧΗΣΕΝ ΕΝ ΤΟΙΣ ΤΡΙΚΛΕΙΝΟΙΣ ΚΑΙ |
κατὰ τὸ κοινὸν ταῖς φυλαῖς ἐπιδόσεις ἐποιήσατο λαμ- | ΚΑΤΑ ΤΟ ΚΟΙΝΟΝ ΤΑΙΣ ΦΥΛΑΙΣ ΕΠΙΔΟΣΕΙΣ ΕΠΟΙΗΣΑΤΟ ΛΑΜ |
προτάτας ἵνα ὅποι ποτ’ ἂν ἥδεσθαι βούλωνται τὴν αὐ- | ΠΡΟΤΑΤΑΣ ΙΝΑ ΟΠΟΙ ΠΟΤ’ ΑΝ ΗΔΕΣΘΑΙ ΒΟΥΛΩΝΤΑΙ ΤΗΝ ΑΥ |
τοῦ χάριν ἑστιῶνται τὸ δὲ παράπαν πάσης δαπάνης | ΤΟΥ ΧΑΡΙΝ ΕΣΤΙΩΝΤΑΙ ΤΟ ΔΕ ΠΑΡΑΠΑΝ ΠΑΣΗΣ ΔΑΠΑΝΗΣ |
ἀφειδήσας καὶ Καίσαρος ἄγαλμα κατεσκεύασεν ἐκ τοῦ | ΑΦΕΙΔΗΣΑΣ ΚΑΙ ΚΑΙΣΑΡΟΣ ΑΓΑΛΜΑ ΚΑΤΕΣΚΕΥΑΣΕΝ ΕΚ ΤΟΥ |
ἰδίου καὶ ἀναθεὶς αἰώνιον ὑπόμνημα τῆς εἰς πάν- | ΙΔΙΟΥ ΚΑΙ ΑΝΑΘΕΙΣ ΑΙΩΝΙΟΝ ΥΠΟΜΝΗΜΑ ΤΗΣ ΕΙΣ ΠΑΝ |
τας ἀνθρώπους εὐεργε̣σίας τοῦ Σεβαστοῦ καὶ | ΤΑΣ ΑΝΘΡΩΠΟΥΣ ΕΥΕΡΓΕΣΙΑΣ ΤΟΥ ΣΕΒΑΣΤΟΥ ΚΑΙ |
τῆι πατρίδι τὸ προσκόσμημα καὶ τῶι θεῶι τὴν | ΤΗΙ ΠΑΤΡΙΔΙ ΤΟ ΠΡΟΣΚΟΣΜΗΜΑ ΚΑΙ ΤΩΙ ΘΕΩΙ ΤΗΝ |
καθήκουσαν τειμὴν καὶ χάριν ἔνειμεν δι’ ἃ δεδό- | ΚΑΘΗΚΟΥΣΑΝ ΤΕΙΜΗΝ ΚΑΙ ΧΑΡΙΝ ΕΝΕΙΜΕΝ ΔΙ’ Α ΔΕΔΟ |
χθαι τῆι βουλῆι καὶ τῶι δήμωι ἐπαινέσαι τε αὐ- | ΧΘΑΙ ΤΗΙ ΒΟΥΛΗΙ ΚΑΙ ΤΩΙ ΔΗΜΩΙ ΕΠΑΙΝΕΣΑΙ ΤΕ ΑΥ |
τὸν ἐπὶ τῇ λανπρότητι τῆς ψυχῆς καὶ τῆς εἰς | ΤΟΝ ΕΠΙ ΤΗ ΛΑΝΠΡΟΤΗΤΙ ΤΗΣ ΨΥΧΗΣ ΚΑΙ ΤΗΣ ΕΙΣ |
τὴν πατρίδα φιλοδοξίας καὶ στεφανῶσαι θαλλοῦ στε- | ΤΗΝ ΠΑΤΡΙΔΑ ΦΙΛΟΔΟΞΙΑΣ ΚΑΙ ΣΤΕΦΑΝΩΣΑΙ ΘΑΛΛΟΥ ΣΤΕ |
φάνωι καὶ ἐψηφίσθαι αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ Ἀπολλω- | ΦΑΝΩΙ ΚΑΙ ΕΨΗΦΙΣΘΑΙ ΑΥΤΟΥ ΚΑΙ ΤΟΥ ΠΑΤΡΟΣ ΑΥΤΟΥ ΑΠΟΛΛΩ |
νίου καὶ τῆς μητρὸς αὐτοῦ Στραττοῦς ἑκάστου ἄγαλμα λίθινον | ΝΙΟΥ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΟΥ ΣΤΡΑΤΤΟΥΣ ΕΚΑΣΤΟΥ ΑΓΑΛΜΑ ΛΙΘΙΝΟΝ |
σταθῆναι δὲ τὰ ἀγάλματα καὶ τὸ ψήφισμα τοῦτο ἔνθ’ ἂν {²⁷ἐν ᾧ ἂν (Pleket)}²⁷ αὐτὸς ὁ ἀγω- | ΣΤΑΘΗΝΑΙ ΔΕ ΤΑ ΑΓΑΛΜΑΤΑ ΚΑΙ ΤΟ ΨΗΦΙΣΜΑ ΤΟΥΤΟ ΕΝΘ’ ΑΝ ²⁷ΕΝ Ω ΑΝ ²⁷ ΑΥΤΟΣ Ο ΑΓΩ |
νοθέτης ἐπισημοτάτῳ τῆς ἀγορᾶς αἱρῇται τόπωι ἵνα καὶ οἱ λοιποὶ τῶν πο- | ΝΟΘΕΤΗΣ ΕΠΙΣΗΜΟΤΑΤΩ ΤΗΣ ΑΓΟΡΑΣ ΑΙΡΗΤΑΙ ΤΟΠΩΙ ΙΝΑ ΚΑΙ ΟΙ ΛΟΙΠΟΙ ΤΩΝ ΠΟ |
λειτῶν ἀποθεωροῦντες εἰς τὴν εὐχαριστίαν τῆς πόλεως πρόθυμοι γεί- | ΛΕΙΤΩΝ ΑΠΟΘΕΩΡΟΥΝΤΕΣ ΕΙΣ ΤΗΝ ΕΥΧΑΡΙΣΤΙΑΝ ΤΗΣ ΠΟΛΕΩΣ ΠΡΟΘΥΜΟΙ ΓΕΙ |
νωνται φιλοδοξεῖν καὶ τῆι πατρίδι προσφέρεσθαι φιλανθρώπως· καὶ ἐπι- | ΝΩΝΤΑΙ ΦΙΛΟΔΟΞΕΙΝ ΚΑΙ ΤΗΙ ΠΑΤΡΙΔΙ ΠΡΟΣΦΕΡΕΣΘΑΙ ΦΙΛΑΝΘΡΩΠΩΣ· ΚΑΙ ΕΠΙ |
χειροτονηθέντος τοῦ ψηφίσματος Ἀπολλώνιος τὰς μὲν τειμὰς | ΧΕΙΡΟΤΟΝΗΘΕΝΤΟΣ ΤΟΥ ΨΗΦΙΣΜΑΤΟΣ ΑΠΟΛΛΩΝΙΟΣ ΤΑΣ ΜΕΝ ΤΕΙΜΑΣ |
καὶ τὴν ἐκ τῆς πατρίδος χάριν ἐδέξατο τοῦ [δ]ὲ δαπανήματος ἀπέλυ- | ΚΑΙ ΤΗΝ ΕΚ ΤΗΣ ΠΑΤΡΙΔΟΣ ΧΑΡΙΝ ΕΔΕΞΑΤΟ ΤΟΥ [ ]Ε ΔΑΠΑΝΗΜΑΤΟΣ ΑΠΕΛΥ |
σεν τὴν πόλιν ἐπεχειροτονήθη Δαι[σί]ου ιδʹ | ΣΕΝ ΤΗΝ ΠΟΛΙΝ ΕΠΕΧΕΙΡΟΤΟΝΗΘΗ ΔΑΙ[ ]ΟΥ ΙΔʹ |
Literature:
- SEG 35, 0744.
- AE 1992, 1525.
- M.B. Hatzopoulos - L.D. Loukopoulou, Recherches sur les marches orientales des Téménides (Anthémonte-Kalindoia) (Athènes 1992) 77-80, Nr. K2; pl. 32. - AE 1992.
- SEG 42, 0579.
- AE 2005, 1397.
- K. Sismanidis, AErgoMak 19, 2005, 145-155. - AE 2005.
Find circumstances / present location
Type of inscription / language
type of inscription:
honorific inscription
language:
Greek
Type of monument
type of monument:
stele
height:
83 cm
width:
40 cm
depth:
14 cm
letter size:
0.7-1.6 cm
People
Person 1
Name:
Ἀπολλώνιος Ἀπολλωνίου τοῦ Κερτίμμου
Cognomen:
Ἀπολλώνιος
gender:
male
Person 2
Name:
Ἀπολλωνίου τοῦ Κερτίμμου
Cognomen:
Ἀπολλώνιος
gender:
male
Person 3
Name:
Κερτίμμου
Cognomen:
Κερτίμμας
gender:
male
General Data
HD-Nr:
HD053850
Work Status:
checked with photo
Last Update:
2011-11-28 by Cowey
See Also: