Inscription Database
Public legal inscription from Samothracia – Samothráki (Thracia)
Canonical URI:
https://edh.ub.uni-heidelberg.de/edh/inschrift/HD056719
(Last Updates: 2015-06-22, Cowey)
Transcription | Majuscle |
Γνώμη βουλευτῶν καὶ ἱερέων καὶ ἀρχόντων καὶ Ῥωμαίω[ν τῶν] | ΓΝΩΜΗ ΒΟΥΛΕΥΤΩΝ ΚΑΙ ΙΕΡΕΩΝ ΚΑΙ ΑΡΧΟΝΤΩΝ ΚΑΙ ΡΩΜΑΙΩ[ ] |
[τ]ὴν πόλιν κατοικούντων καὶ τῶν λοιπῶν πολειτῶν ἁπά[ντων·] | [ ]ΗΝ ΠΟΛΙΝ ΚΑΤΟΙΚΟΥΝΤΩΝ ΚΑΙ ΤΩΝ ΛΟΙΠΩΝ ΠΟΛΕΙΤΩΝ ΑΠΑ[ ] |
[ἔ]δοξεν τῆι βουλῆι· ἐπεὶ ὁ ἐπιφανέστατος θεὸς τοῦ κόσμ[ου καὶ] | [ ]ΔΟΞΕΝ ΤΗΙ ΒΟΥΛΗΙ· ΕΠΕΙ Ο ΕΠΙΦΑΝΕΣΤΑΤΟΣ ΘΕΟΣ ΤΟΥ ΚΟΣΜ[ ] |
[κ]τίστης νέων ἀγαθῶν ἅπασιν ἀνθρώποις, Τιβέριος Κλαύδιος Καῖσ[αρ Σεβα]- | [ ]ΤΙΣΤΗΣ ΝΕΩΝ ΑΓΑΘΩΝ ΑΠΑΣΙΝ ΑΝΘΡΩΠΟΙΣ ΤΙΒΕΡΙΟΣ ΚΛΑΥΔΙΟΣ ΚΑΙΣ[ ] |
στὸς Γερμανικός, πρε<σ>βευσάντων ἡμῶν ἐπ' αὐτὸν καὶ δηλωσάντω[ν τὴν] | ΣΤΟΣ ΓΕΡΜΑΝΙΚΟΣ ΠΡΕΒΕΥΣΑΝΤΩΝ ΗΜΩΝ ΕΠ ΑΥΤΟΝ ΚΑΙ ΔΗΛΩΣΑΝΤΩ[ ] |
τῆς πόλεως πρὸς τὸν δῆμον τὸν Ῥωμαίων ὑπόστασιν καὶ τὰς τύχας [τὰς πρό]- | ΤΗΣ ΠΟΛΕΩΣ ΠΡΟΣ ΤΟΝ ΔΗΜΟΝ ΤΟΝ ΡΩΜΑΙΩΝ ΥΠΟΣΤΑΣΙΝ ΚΑΙ ΤΑΣ ΤΥΧΑΣ [ ] |
[τε]ρον, ἃς ὑπέμεινεν ὁ Μαρωνειτῶν δῆμος διὰ τὴν πρὸς Ῥωμαίου[ς φιλί]- | [ ]ΡΟΝ ΑΣ ΥΠΕΜΕΙΝΕΝ Ο ΜΑΡΩΝΕΙΤΩΝ ΔΗΜΟΣ ΔΙΑ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥ[ ] |
αν, εὐθέως ἅμα τ<ῇ> τῆς ἡγεμονίας αὐτῶν συνστάσει φίλος καὶ σ[ύμμαχος γε]- | ΑΝ ΕΥΘΕΩΣ ΑΜΑ Τ ΤΗΣ ΗΓΕΜΟΝΙΑΣ ΑΥΤΩΝ ΣΥΝΣΤΑΣΕΙ ΦΙΛΟΣ ΚΑΙ Σ[ ] |
νόμενος καί, μετὰ ταῦτα, ὑπομείνας ἐπιδεῖν κατασκαφὴν μὲ[ν τῆς ἑξηκον]- | ΝΟΜΕΝΟΣ ΚΑΙ ΜΕΤΑ ΤΑΥΤΑ ΥΠΟΜΕΙΝΑΣ ΕΠΙΔΕΙΝ ΚΑΤΑΣΚΑΦΗΝ ΜΕ[ ] |
τασταδίου τὸ περίμετρον πόλεως, τέκνων δὲ ἀπολήας καὶ λε[ηλασίαν] | ΤΑΣΤΑΔΙΟΥ ΤΟ ΠΕΡΙΜΕΤΡΟΝ ΠΟΛΕΩΣ ΤΕΚΝΩΝ ΔΕ ΑΠΟΛΗΑΣ ΚΑΙ ΛΕ[ ] |
[κ]αὶ αἰχμαλωσίαν καὶ τὰς ἄλλας τὰς κατὰ μέρος συμφορὰς ἵνα μη[δὲν τῶν πρὸς] | [ ]ΑΙ ΑΙΧΜΑΛΩΣΙΑΝ ΚΑΙ ΤΑΣ ΑΛΛΑΣ ΤΑΣ ΚΑΤΑ ΜΕΡΟΣ ΣΥΜΦΟΡΑΣ ΙΝΑ ΜΗ[ ] |
Ῥωμαίους θραύσῃ δικαίων, ἀνθ' ὧν σύμμαχος μὲν καὶ φίλος ὑπὸ [τῆς συνκλή]- | ΡΩΜΑΙΟΥΣ ΘΡΑΥΣΗ ΔΙΚΑΙΩΝ ΑΝΘ ΩΝ ΣΥΜΜΑΧΟΣ ΜΕΝ ΚΑΙ ΦΙΛΟΣ ΥΠΟ [ ] |
του διὰ τῶν δογμάτων καὶ ἐνσύνθηκος καὶ ἔνσπονδος ἐκρίθη, ἐλευθε[ρίαν δὲ καὶ νό]- | ΤΟΥ ΔΙΑ ΤΩΝ ΔΟΓΜΑΤΩΝ ΚΑΙ ΕΝΣΥΝΘΗΚΟΣ ΚΑΙ ΕΝΣΠΟΝΔΟΣ ΕΚΡΙΘΗ ΕΛΕΥΘΕ[ ] |
μους μετὰ τῶν ἄλλων φιλανθρώπων ἔλαβε ἃ δεδήλωται ὑπὸ τῆ[ς συνκλή]- | ΜΟΥΣ ΜΕΤΑ ΤΩΝ ΑΛΛΩΝ ΦΙΛΑΝΘΡΩΠΩΝ ΕΛΑΒΕ Α ΔΕΔΗΛΩΤΑΙ ΥΠΟ ΤΗ[ ] |
του διὰ τῶν δογμάτων καὶ ὑπὸ τῶν αὐτοκρατόρων διὰ τῶν ἀποκριμάτ[ων, ἀπεκρίνα]- | ΤΟΥ ΔΙΑ ΤΩΝ ΔΟΓΜΑΤΩΝ ΚΑΙ ΥΠΟ ΤΩΝ ΑΥΤΟΚΡΑΤΟΡΩΝ ΔΙΑ ΤΩΝ ΑΠΟΚΡΙΜΑΤ[ ] |
το ὡς τὴν τοιαύτην πόλιν ἄξιόν ἐστι αἰωνίῳ χάριτι κεκοσμῆσθαι, μ[ηδενὸς] | ΤΟ ΩΣ ΤΗΝ ΤΟΙΑΥΤΗΝ ΠΟΛΙΝ ΑΞΙΟΝ ΕΣΤΙ ΑΙΩΝΙΩ ΧΑΡΙΤΙ ΚΕΚΟΣΜΗΣΘΑΙ Μ[ ] |
τῶν δεδομένων αὐτῇ φιλανθρώπων ἐλασσουμένου, δι' ἃ δὴ ἀποκατ[έστησεν] | ΤΩΝ ΔΕΔΟΜΕΝΩΝ ΑΥΤΗ ΦΙΛΑΝΘΡΩΠΩΝ ΕΛΑΣΣΟΥΜΕΝΟΥ ΔΙ Α ΔΗ ΑΠΟΚΑΤ[ ] |
αὐτὴν εἰς τὸ ἀρχαῖον δίκαιον ἐπιβεβαιώσας τήν τε ἐλ[ευθερί]- | ΑΥΤΗΝ ΕΙΣ ΤΟ ΑΡΧΑΙΟΝ ΔΙΚΑΙΟΝ ΕΠΙΒΕΒΑΙΩΣΑΣ ΤΗΝ ΤΕ ΕΛ[ ] |
αν καὶ τὰ φιλάνθρωπα πάντα, ὑποσχόμενος {χόμενος} [διὰ] | ΑΝ ΚΑΙ ΤΑ ΦΙΛΑΝΘΡΩΠΑ ΠΑΝΤΑ ΥΠΟΣΧΟΜΕΝΟΣ ΧΟΜΕΝΟΣ [ ] |
ἀποκρίματος πρέπουσαν καὶ δυνατὴν τηλικούτῳ θεῷ ὑπό- | ΑΠΟΚΡΙΜΑΤΟΣ ΠΡΕΠΟΥΣΑΝ ΚΑΙ ΔΥΝΑΤΗΝ ΤΗΛΙΚΟΥΤΩ ΘΕΩ ΥΠΟ |
σχεσιν καὶ εἰς τὸ λοιπὸν ἀνεπηρεάστους ἡμᾶς διαφυλα- | ΣΧΕΣΙΝ ΚΑΙ ΕΙΣ ΤΟ ΛΟΙΠΟΝ ΑΝΕΠΗΡΕΑΣΤΟΥΣ ΗΜΑΣ ΔΙΑΦΥΛΑ |
χθῆναι· ἀνανκαιότατον δέ ἐστιν καὶ ἡμᾶς πᾶσαν εἰσενένκασ- | ΧΘΗΝΑΙ· ΑΝΑΝΚΑΙΟΤΑΤΟΝ ΔΕ ΕΣΤΙΝ ΚΑΙ ΗΜΑΣ ΠΑΣΑΝ ΕΙΣΕΝΕΝΚΑΣ |
θαι φροντίδα ὑπὲρ τοῦ μήτε νῦν μήτε ἄλλοτέ ποτε, λαθόντων | ΘΑΙ ΦΡΟΝΤΙΔΑ ΥΠΕΡ ΤΟΥ ΜΗΤΕ ΝΥΝ ΜΗΤΕ ΑΛΛΟΤΕ ΠΟΤΕ ΛΑΘΟΝΤΩΝ |
τῶν τῆς πόλεως δικαίων, συνβῆναι κατὰ μηδένα τρόπον ἐλασσω- | ΤΩΝ ΤΗΣ ΠΟΛΕΩΣ ΔΙΚΑΙΩΝ ΣΥΝΒΗΝΑΙ ΚΑΤΑ ΜΗΔΕΝΑ ΤΡΟΠΟΝ ΕΛΑΣΣΩ |
θῆναι ἡμῶν τὴν ἐλευθερίαν καὶ τὰ φιλάνθρωπα· ἔσται τούτῳ, ἐὰν χά- | ΘΗΝΑΙ ΗΜΩΝ ΤΗΝ ΕΛΕΥΘΕΡΙΑΝ ΚΑΙ ΤΑ ΦΙΛΑΝΘΡΩΠΑ· ΕΣΤΑΙ ΤΟΥΤΩ ΕΑΝ ΧΑ |
ριν τούτων καὶ διὰ ψηφίσμα<τ>ος αἰωνίου νομο<θετη>θέντος ἡ ἐπὶ τοὺς Σεβα- | ΡΙΝ ΤΟΥΤΩΝ ΚΑΙ ΔΙΑ ΨΗΦΙΣΜΑΟΣ ΑΙΩΝΙΟΥ ΝΟΜΟΘΕΝΤΟΣ Η ΕΠΙ ΤΟΥΣ ΣΕΒΑ |
στοὺς πρεσβήα κατὰ {τα} πάντα καιρὸν ἑτοίμη ὑπάρχῃ, μηδενὸς ἐνοχ- | ΣΤΟΥΣ ΠΡΕΣΒΗΑ ΚΑΤΑ ΤΑ ΠΑΝΤΑ ΚΑΙΡΟΝ ΕΤΟΙΜΗ ΥΠΑΡΧΗ ΜΗΔΕΝΟΣ ΕΝΟΧ |
λῆσαι τρόπου δυναμένου τοῖς βουλομένοις ἀναλαβεῖν τὸν ὑπὲρ τῆς πατ<ρί>- | ΛΗΣΑΙ ΤΡΟΠΟΥ ΔΥΝΑΜΕΝΟΥ ΤΟΙΣ ΒΟΥΛΟΜΕΝΟΙΣ ΑΝΑΛΑΒΕΙΝ ΤΟΝ ΥΠΕΡ ΤΗΣ ΠΑΤ |
δος ἀγῶνα· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ γεγράφθαι καὶ κεκυρῶσθαι ψή- | ΔΟΣ ΑΓΩΝΑ· ΔΕΔΟΧΘΑΙ ΤΗ ΒΟΥΛΗ ΚΑΙ ΤΩ ΔΗΜΩ ΓΕΓΡΑΦΘΑΙ ΚΑΙ ΚΕΚΥΡΩΣΘΑΙ ΨΗ |
φισμα ὑπὲρ τῆς τοιαύτης πρεσβείας τὸ ἐπὶ τέλει τοῦ ψηφίσματος | ΦΙΣΜΑ ΥΠΕΡ ΤΗΣ ΤΟΙΑΥΤΗΣ ΠΡΕΣΒΕΙΑΣ ΤΟ ΕΠΙ ΤΕΛΕΙ ΤΟΥ ΨΗΦΙΣΜΑΤΟΣ |
[γ]εγραμένον καὶ εἶναι προησφαλισμένον εἰς τὸν ἅπαντα χρόνον ἵνα ἐάν τις καταλάβηι και<ρ>ὸς χρείας τῆς τοιαύτης πρεσβήας, θραυομένο[υ] | [ ]ΕΓΡΑΜΕΝΟΝ ΚΑΙ ΕΙΝΑΙ ΠΡΟΗΣΦΑΛΙΣΜΕΝΟΝ ΕΙΣ ΤΟΝ ΑΠΑΝΤΑ ΧΡΟΝΟΝ ΙΝΑ ΕΑΝ ΤΙΣ ΚΑΤΑΛΑΒΗΙ ΚΑΙΟΣ ΧΡΕΙΑΣ ΤΗΣ ΤΟΙΑΥΤΗΣ ΠΡΕΣΒΗΑΣ ΘΡΑΥΟΜΕΝΟ[ ] |
τινὸς τῶν τῆς ἐλευθερίας ἡμῶν ἢ τῶν λοιπῶν φιλανθρώπων κα[θ' ὁν]- | ΤΙΝΟΣ ΤΩΝ ΤΗΣ ΕΛΕΥΘΕΡΙΑΣ ΗΜΩΝ Η ΤΩΝ ΛΟΙΠΩΝ ΦΙΛΑΝΘΡΩΠΩΝ ΚΑ[ ] |
τιναοῦν τρόπον, ἔχωσιν ἐξουσίαν πάντες οἱ βουλόμενοι διὰ χρηματ[ισ]- | ΤΙΝΑΟΥΝ ΤΡΟΠΟΝ ΕΧΩΣΙΝ ΕΞΟΥΣΙΑΝ ΠΑΝΤΕΣ ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΔΙΑ ΧΡΗΜΑΤ[ ] |
μοῦ ἐπιγράψαι ἑαυτοὺς τῷ ψηφίσματι πρεσβευτάς, ὀμόσαντες τὸν [ὑ]- | ΜΟΥ ΕΠΙΓΡΑΨΑΙ ΕΑΥΤΟΥΣ ΤΩ ΨΗΦΙΣΜΑΤΙ ΠΡΕΣΒΕΥΤΑΣ ΟΜΟΣΑΝΤΕΣ ΤΟΝ [ ] |
πογεγραμένον τῷδε τῷ ψηφίσματι ὅρκον, ἐπιγράψαι {-α}․ἑαυτοὺς πρεσβευτὰς καὶ σφραγι<σ>άμενοι τὸ ψή<φισμα> σφραγεῖδι | ΠΟΓΕΓΡΑΜΕΝΟΝ ΤΩΔΕ ΤΩ ΨΗΦΙΣΜΑΤΙ ΟΡΚΟΝ ΕΠΙΓΡΑΨΑΙ Α․ΕΑΥΤΟΥΣ ΠΡΕΣΒΕΥΤΑΣ ΚΑΙ ΣΦΡΑΓΙΑΜΕΝΟΙ ΤΟ ΨΗ ΣΦΡΑΓΕΙΔΙ |
[ἐ]χούσῃ πρόσωπον Διονύσου ὃ ἂν αὐτοὶ βουληθῶσιν οἱ κατεστάμενοι ᾧδ[ε] | [ ]ΧΟΥΣΗ ΠΡΟΣΩΠΟΝ ΔΙΟΝΥΣΟΥ Ο ΑΝ ΑΥΤΟΙ ΒΟΥΛΗΘΩΣΙΝ ΟΙ ΚΑΤΕΣΤΑΜΕΝΟΙ ΩΔ[ ] |
[πρ]εσβευταὶ κατὰ τὸ ψήφισμα ἐπὶ τὸν προεστῶτα τῆς ἡγεμονίας | [ ]ΕΣΒΕΥΤΑΙ ΚΑΤΑ ΤΟ ΨΗΦΙΣΜΑ ΕΠΙ ΤΟΝ ΠΡΟΕΣΤΩΤΑ ΤΗΣ ΗΓΕΜΟΝΙΑΣ |
αὐτοκράτορα θεὸν Σεβαστὸν Καίσαρα, μηδενὸς ἔχοντος ἐξουσίαν | ΑΥΤΟΚΡΑΤΟΡΑ ΘΕΟΝ ΣΕΒΑΣΤΟΝ ΚΑΙΣΑΡΑ ΜΗΔΕΝΟΣ ΕΧΟΝΤΟΣ ΕΞΟΥΣΙΑΝ |
[τ]ούτου ὑπεναντίου μήτε γράψαι μηδὲν μήτε εἰπεῖν μήτε [προ]- | [ ]ΟΥΤΟΥ ΥΠΕΝΑΝΤΙΟΥ ΜΗΤΕ ΓΡΑΨΑΙ ΜΗΔΕΝ ΜΗΤΕ ΕΙΠΕΙΝ ΜΗΤΕ [ ] |
[βα]λέσθαι πρεσβευτὴν ἄλλον ἢ πρεσβεύειν τινὰ ἐπὶ προσκαίρω[ι] | [ ]ΛΕΣΘΑΙ ΠΡΕΣΒΕΥΤΗΝ ΑΛΛΟΝ Η ΠΡΕΣΒΕΥΕΙΝ ΤΙΝΑ ΕΠΙ ΠΡΟΣΚΑΙΡΩ[ ] |
[τι]νὶ ὑπεναντί<α> τοῖς προεψηφισμένοις περιέχοντι ψηφίσ[ματι] | [ ]ΝΙ ΥΠΕΝΑΝΤΙ ΤΟΙΣ ΠΡΟΕΨΗΦΙΣΜΕΝΟΙΣ ΠΕΡΙΕΧΟΝΤΙ ΨΗΦΙΣ[ ] |
[μήτε ἐ]μποδίσαι τὴν πρεσβήαν ἢ ποιῆσαί τι μαχόμενον τῷ ν[ομο]- | [ ]ΜΠΟΔΙΣΑΙ ΤΗΝ ΠΡΕΣΒΗΑΝ Η ΠΟΙΗΣΑΙ ΤΙ ΜΑΧΟΜΕΝΟΝ ΤΩ Ν[ ] |
[θετηθέντι ψ]ηφίσματι κατὰ μηδένα τρόπον· πρεσβεύ<ε>ιν δὲ πα[---]- | [ ]ΗΦΙΣΜΑΤΙ ΚΑΤΑ ΜΗΔΕΝΑ ΤΡΟΠΟΝ· ΠΡΕΣΒΕΥΙΝ ΔΕ ΠΑ[ ] |
[--- τοὺ]ς ἐπανγειλαμένους ἐνγράφως περὶ τούτων Ι [--] | [ ]Σ ΕΠΑΝΓΕΙΛΑΜΕΝΟΥΣ ΕΝΓΡΑΦΩΣ ΠΕΡΙ ΤΟΥΤΩΝ Ι [ ] |
[--- τῶι] νενομοθετημένωι εἰς τὸν αἰῶνα ψηφίσ- | [ ] ΝΕΝΟΜΟΘΕΤΗΜΕΝΩΙ ΕΙΣ ΤΟΝ ΑΙΩΝΑ ΨΗΦΙΣ |
[ματι ὑπὲρ τῆς πατρίδος], μήτε περιαιροῦντας μήτε προσγρ[ά]- | [ ] ΜΗΤΕ ΠΕΡΙΑΙΡΟΥΝΤΑΣ ΜΗΤΕ ΠΡΟΣΓΡ[ ] |
[φοντας ἄλλο τι ἢ τὸ ὄνομ]α τοῦ προε{ε}στῶτος τῆς ἡγεμονίας, Σ[ε]- | [ ]Α ΤΟΥ ΠΡΟΕΕΣΤΩΤΟΣ ΤΗΣ ΗΓΕΜΟΝΙΑΣ Σ[ ] |
[βαστοῦ Καίσαρος καὶ ἐπιγρ]άφοντας ἐπὶ τέλει τὰ τῶν πρεσβεύ- | [ ]ΑΦΟΝΤΑΣ ΕΠΙ ΤΕΛΕΙ ΤΑ ΤΩΝ ΠΡΕΣΒΕΥ |
[τῶν ὀνόματα ---]τοις δὲ ἐξ ἐπανγελίας μ[-] | [ ]ΤΟΙΣ ΔΕ ΕΞ ΕΠΑΝΓΕΛΙΑΣ Μ[ ] |
[---] κατορθωσα[--] | [ ] ΚΑΤΟΡΘΩΣΑ[ ] |
[---]ος τὰς ε[--] | [ ]ΟΣ ΤΑΣ Ε[ ] |
[---]ΝΟ[-] | [ ]ΝΟ[ ] |
[------ | [ |
------]ΙΙΝΙΚΕΙΝϹΟϹ | ]ΙΙΝΙΚΕΙΝϹΟϹ |
[---]ΑΙΣΜΕΝ αὐτοῖς, ἀξίας δὲ | [ ]ΑΙΣΜΕΝ ΑΥΤΟΙΣ ΑΞΙΑΣ ΔΕ |
[--- μ]αρτυρίας ἠξιώθη φίλος καὶ σύμ- | [ ]ΑΡΤΥΡΙΑΣ ΗΞΙΩΘΗ ΦΙΛΟΣ ΚΑΙ ΣΥΜ |
[μαχος γενέσθαι καὶ λαβεῖν τὴν διὰ τῶν τῆς] συνκλήτου δογμάτων κριθεῖσ- | [ ] ΣΥΝΚΛΗΤΟΥ ΔΟΓΜΑΤΩΝ ΚΡΙΘΕΙΣ |
[αν ἐλευθερίαν κ]αὶ τοὺς νόμους μετὰ τῆς πόλεως καὶ χώρας καὶ | [ ]ΑΙ ΤΟΥΣ ΝΟΜΟΥΣ ΜΕΤΑ ΤΗΣ ΠΟΛΕΩΣ ΚΑΙ ΧΩΡΑΣ ΚΑΙ |
[πάντων τῶ]ν φιλανθρώπων ἃ διὰ τῶν δογμάτων καὶ ἀποκριμάτων | [ ]Ν ΦΙΛΑΝΘΡΩΠΩΝ Α ΔΙΑ ΤΩΝ ΔΟΓΜΑΤΩΝ ΚΑΙ ΑΠΟΚΡΙΜΑΤΩΝ |
[τῶν] αὐτοκρατόρων δηλοῦτα<ι>· ἀνανκαιότατον δέ ἐστιν μηδένα και- | [ ] ΑΥΤΟΚΡΑΤΟΡΩΝ ΔΗΛΟΥΤΑ· ΑΝΑΝΚΑΙΟΤΑΤΟΝ ΔΕ ΕΣΤΙΝ ΜΗΔΕΝΑ ΚΑΙ |
ρὸν παραλείπειν ὑπομιμνήσκοντας καθ' ἕκαστα περὶ τῶν ἡμετέρων | ΡΟΝ ΠΑΡΑΛΕΙΠΕΙΝ ΥΠΟΜΙΜΝΗΣΚΟΝΤΑΣ ΚΑΘ ΕΚΑΣΤΑ ΠΕΡΙ ΤΩΝ ΗΜΕΤΕΡΩΝ |
δικαίων ὅπως ἄθραυστα καὶ σῷα πάνθ' ἡμεῖν φυλάσσηται ὑπὸ τῶν τῆς | ΔΙΚΑΙΩΝ ΟΠΩΣ ΑΘΡΑΥΣΤΑ ΚΑΙ ΣΩΑ ΠΑΝΘ ΗΜΕΙΝ ΦΥΛΑΣΣΗΤΑΙ ΥΠΟ ΤΩΝ ΤΗΣ |
ἡγεμονίας προεστώτων· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ ᾑρῆσθαι πρεσ- | ΗΓΕΜΟΝΙΑΣ ΠΡΟΕΣΤΩΤΩΝ· ΔΕΔΟΧΘΑΙ ΤΗ ΒΟΥΛΗ ΚΑΙ ΤΩ ΔΗΜΩ ΗΡΗΣΘΑΙ ΠΡΕΣ |
βήαν ἥτις ἀφικομένη πρὸς τὸν αὐτοκράτορα θεὸν Σεβαστὸν Καίσαρα | ΒΗΑΝ ΗΤΙΣ ΑΦΙΚΟΜΕΝΗ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΘΕΟΝ ΣΕΒΑΣΤΟΝ ΚΑΙΣΑΡΑ |
ἀσπάσεταί τε αὐτὸν παρὰ τῆς πόλεως, καί συνησθεῖσα ἐπὶ τῷ ἐρρῶσθαι αὐ- | ΑΣΠΑΣΕΤΑΙ ΤΕ ΑΥΤΟΝ ΠΑΡΑ ΤΗΣ ΠΟΛΕΩΣ ΚΑΙ ΣΥΝΗΣΘΕΙΣΑ ΕΠΙ ΤΩ ΕΡΡΩΣΘΑΙ ΑΥ |
τὸν πανοίκιον καὶ τὰ πράγματα αὐτῷ τε καὶ τῷ δήμῳ τῷ Ῥωμαίων κατὰ | ΤΟΝ ΠΑΝΟΙΚΙΟΝ ΚΑΙ ΤΑ ΠΡΑΓΜΑΤΑ ΑΥΤΩ ΤΕ ΚΑΙ ΤΩ ΔΗΜΩ ΤΩ ΡΩΜΑΙΩΝ ΚΑΤΑ |
τὸ κράτιστον χωρεῖν, παραθεμένη τὰ τῆς πόλεως δίκαια πάντα αὐτῷ τε καὶ | ΤΟ ΚΡΑΤΙΣΤΟΝ ΧΩΡΕΙΝ ΠΑΡΑΘΕΜΕΝΗ ΤΑ ΤΗΣ ΠΟΛΕΩΣ ΔΙΚΑΙΑ ΠΑΝΤΑ ΑΥΤΩ ΤΕ ΚΑΙ |
τῇ ἱερᾷ συνκλήτῳ, δεήσεται μετὰ πάσης ἐντεύξεως καὶ ἱκεσίας τήν τε ἐλε[υ]- | ΤΗ ΙΕΡΑ ΣΥΝΚΛΗΤΩ ΔΕΗΣΕΤΑΙ ΜΕΤΑ ΠΑΣΗΣ ΕΝΤΕΥΞΕΩΣ ΚΑΙ ΙΚΕΣΙΑΣ ΤΗΝ ΤΕ ΕΛΕ[ ] |
θερίαν ἡμεῖν καὶ τοὺς νόμους καὶ τὴν πόλιν καὶ τὴν χώραν καὶ τἄλλα φιλάνθρω- | ΘΕΡΙΑΝ ΗΜΕΙΝ ΚΑΙ ΤΟΥΣ ΝΟΜΟΥΣ ΚΑΙ ΤΗΝ ΠΟΛΙΝ ΚΑΙ ΤΗΝ ΧΩΡΑΝ ΚΑΙ ΤΑΛΛΑ ΦΙΛΑΝΘΡΩ |
πα πάντα ἃ οἵ τε πρόγονοι ἡμῶν καὶ ἡμεῖς λαβόντες παρ' αὐτῶν ἔσχομεν | ΠΑ ΠΑΝΤΑ Α ΟΙ ΤΕ ΠΡΟΓΟΝΟΙ ΗΜΩΝ ΚΑΙ ΗΜΕΙΣ ΛΑΒΟΝΤΕΣ ΠΑΡ ΑΥΤΩΝ ΕΣΧΟΜΕΝ |
ταῦθ' ἡμεῖν φυλάξαι, ἵν' οἱ πάντοτε καὶ ἀδιαλείπτως τὴν πρὸς Ῥωμαίους εὔ- | ΤΑΥΘ ΗΜΕΙΝ ΦΥΛΑΞΑΙ ΙΝ ΟΙ ΠΑΝΤΟΤΕ ΚΑΙ ΑΔΙΑΛΕΙΠΤΩΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΥ |
νοιαν καὶ πίστιν φυλάξαντες πάντοτε τῆς ἐξ αὐτῶν διὰ ταῦτα χάριτος ἀπο- | ΝΟΙΑΝ ΚΑΙ ΠΙΣΤΙΝ ΦΥΛΑΞΑΝΤΕΣ ΠΑΝΤΟΤΕ ΤΗΣ ΕΞ ΑΥΤΩΝ ΔΙΑ ΤΑΥΤΑ ΧΑΡΙΤΟΣ ΑΠΟ |
λάωμεν ᾑρέθησαν πρεσβευταὶ γνησιώτατα προθυμηθέντες ὑπὲρ τῆς πα- | ΛΑΩΜΕΝ ΗΡΕΘΗΣΑΝ ΠΡΕΣΒΕΥΤΑΙ ΓΝΗΣΙΩΤΑΤΑ ΠΡΟΘΥΜΗΘΕΝΤΕΣ ΥΠΕΡ ΤΗΣ ΠΑ |
τρίδος· ὁ πρεσβευτικὸς διὰ τοῦ χρηματισμοῦ ἐσόμενος ὅρκος· | ΤΡΙΔΟΣ· Ο ΠΡΕΣΒΕΥΤΙΚΟΣ ΔΙΑ ΤΟΥ ΧΡΗΜΑΤΙΣΜΟΥ ΕΣΟΜΕΝΟΣ ΟΡΚΟΣ· |
ὁ δεῖνα τοῦ δεῖνος ἐχρημάτισεν ἐπὶ τῶν κατὰ τὴν συνεδρήαν ἀρχόντων ἐπαν- | Ο ΔΕΙΝΑ ΤΟΥ ΔΕΙΝΟΣ ΕΧΡΗΜΑΤΙΣΕΝ ΕΠΙ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΣΥΝΕΔΡΗΑΝ ΑΡΧΟΝΤΩΝ ΕΠΑΝ |
γελλόμενος πρεσβεύειν ἐπὶ τὸν Σεβαστὸν καὶ τὴν σύνκλητον ὑπέρ τε τῆς ἐλε[υ]- | ΓΕΛΛΟΜΕΝΟΣ ΠΡΕΣΒΕΥΕΙΝ ΕΠΙ ΤΟΝ ΣΕΒΑΣΤΟΝ ΚΑΙ ΤΗΝ ΣΥΝΚΛΗΤΟΝ ΥΠΕΡ ΤΕ ΤΗΣ ΕΛΕ[ ] |
θερίας τῆς πόλεως τῆς Μαρωνειτῶν καὶ τῶν φιλανθρώπων αὐτῆς ἁπάντων κ[αθὼς] | ΘΕΡΙΑΣ ΤΗΣ ΠΟΛΕΩΣ ΤΗΣ ΜΑΡΩΝΕΙΤΩΝ ΚΑΙ ΤΩΝ ΦΙΛΑΝΘΡΩΠΩΝ ΑΥΤΗΣ ΑΠΑΝΤΩΝ Κ[ ] |
τὰ γραφέντα περὶ τούτων ψηφίσματα ἐν ταῖς τρισὶ στήλαις περιέχει, ἀγω[νιζόμε]- | ΤΑ ΓΡΑΦΕΝΤΑ ΠΕΡΙ ΤΟΥΤΩΝ ΨΗΦΙΣΜΑΤΑ ΕΝ ΤΑΙΣ ΤΡΙΣΙ ΣΤΗΛΑΙΣ ΠΕΡΙΕΧΕΙ ΑΓΩ[ ] |
νος παντὶ σθέν<ε>ι καὶ μήτε παραπρεσβεύων μηδὲν μήτε καθυφειέμ[ενος μήτε δω]- | ΝΟΣ ΠΑΝΤΙ ΣΘΕΝΙ ΚΑΙ ΜΗΤΕ ΠΑΡΑΠΡΕΣΒΕΥΩΝ ΜΗΔΕΝ ΜΗΤΕ ΚΑΘΥΦΕΙΕΜ[ ] |
ροδοκούμενος ὑπὸ μηδενὸς τρόπῳ μηδενί, καὶ ἐπόμνυμι τὸν θεὸν [Σεβαστὸν] | ΡΟΔΟΚΟΥΜΕΝΟΣ ΥΠΟ ΜΗΔΕΝΟΣ ΤΡΟΠΩ ΜΗΔΕΝΙ ΚΑΙ ΕΠΟΜΝΥΜΙ ΤΟΝ ΘΕΟΝ [ ] |
Καίσαρα καὶ Τιβέριον Καίσαρα θεὸν Σεβαστὸν καὶ Τιβέριον Κλαύδιον Καί[σαρα Σεβασ]- | ΚΑΙΣΑΡΑ ΚΑΙ ΤΙΒΕΡΙΟΝ ΚΑΙΣΑΡΑ ΘΕΟΝ ΣΕΒΑΣΤΟΝ ΚΑΙ ΤΙΒΕΡΙΟΝ ΚΛΑΥΔΙΟΝ ΚΑΙ[ ] |
τὸν Γερμανικὸν καὶ τὴν ἱερὰν σύνκλητον καὶ τοὺς ἄλλους θεοὺς ἅ[παντας συν]- | ΤΟΝ ΓΕΡΜΑΝΙΚΟΝ ΚΑΙ ΤΗΝ ΙΕΡΑΝ ΣΥΝΚΛΗΤΟΝ ΚΑΙ ΤΟΥΣ ΑΛΛΟΥΣ ΘΕΟΥΣ Α[ ] |
τηρήσειν τὰ προγεγραμμένα πάντα· εὐορκοῦντι μέν μοι εὖ [εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναν]- | ΤΗΡΗΣΕΙΝ ΤΑ ΠΡΟΓΕΓΡΑΜΜΕΝΑ ΠΑΝΤΑ· ΕΥΟΡΚΟΥΝΤΙ ΜΕΝ ΜΟΙ ΕΥ [ ] |
τία· ὅρκος ὀμοσθησόμενος ὑπὸ πάντων· | ΤΙΑ· ΟΡΚΟΣ ΟΜΟΣΘΗΣΟΜΕΝΟΣ ΥΠΟ ΠΑΝΤΩΝ· |
ὀμνύω τοὺς θεοὺς πάντας καὶ πάσ[ας] καὶ τὸν θεὸν Σεβα[στὸν Καίσαρα καὶ Τιβέριον Καίσα]- | ΟΜΝΥΩ ΤΟΥΣ ΘΕΟΥΣ ΠΑΝΤΑΣ ΚΑΙ ΠΑΣ[ ] ΚΑΙ ΤΟΝ ΘΕΟΝ ΣΕΒΑ[ ] |
ρα θεὸν Σεβαστὸν καὶ Τιβέριον Κλαύδιον Καίσαρ[α Σεβαστὸν Γερμανικὸν καὶ] | ΡΑ ΘΕΟΝ ΣΕΒΑΣΤΟΝ ΚΑΙ ΤΙΒΕΡΙΟΝ ΚΛΑΥΔΙΟΝ ΚΑΙΣΑΡ[ ] |
τὴν ἱερὰν σύνκλητον πάντα ποιήσειν παντὶ σ[θένει ἀγωνιζόμενος ---] | ΤΗΝ ΙΕΡΑΝ ΣΥΝΚΛΗΤΟΝ ΠΑΝΤΑ ΠΟΙΗΣΕΙΝ ΠΑΝΤΙ Σ[ ] |
ὑπὲρ τῆς ἐλευθερίας τῆς πα{τ}τρίδος καὶ ἁ[πάντων --- τῶν φιλανθρώπων] | ΥΠΕΡ ΤΗΣ ΕΛΕΥΘΕΡΙΑΣ ΤΗΣ ΠΑΤΤΡΙΔΟΣ ΚΑΙ Α[ ] |
ἃ παρὰ τῆς συνκλήτου καὶ τοῦ δήμου [τοῦ Ῥωμαίων καὶ τῶν αὐτοκρατόρων --- ἐλάβο]- | Α ΠΑΡΑ ΤΗΣ ΣΥΝΚΛΗΤΟΥ ΚΑΙ ΤΟΥ ΔΗΜΟΥ [ ] |
μεν καὶ μήτε πρεσβείαν ἐπ<ὶ> τούτοις πο[ιήσειν․--- μήτε γράψαι ὑπεναντίου τῶν] | ΜΕΝ ΚΑΙ ΜΗΤΕ ΠΡΕΣΒΕΙΑΝ ΕΠ ΤΟΥΤΟΙΣ ΠΟ[ ] |
κοινῶν μηδὲν τρόπῳ μηδενὶ μήτε εἰπεῖν μ[ήτε ποιῆσαι μηδὲν --- ἐπὶ] | ΚΟΙΝΩΝ ΜΗΔΕΝ ΤΡΟΠΩ ΜΗΔΕΝΙ ΜΗΤΕ ΕΙΠΕΙΝ Μ[ ] |
καταλύσεως ἢ ἀναιρέσεως ἢ ἀκυρώσεω[ς ---· εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπι]- | ΚΑΤΑΛΥΣΕΩΣ Η ΑΝΑΙΡΕΣΕΩΣ Η ΑΚΥΡΩΣΕΩ[ ] |
ορκοῦντι δὲ ἐξώλεια καὶ παν[ώλεια μέχρι πάσης διαδοχῆς] | ΟΡΚΟΥΝΤΙ ΔΕ ΕΞΩΛΕΙΑ ΚΑΙ ΠΑΝ[ ] |
Chronological Data:
41 AD – 54 AD
41 AD – 54 AD
Literature:
- AE 2003, 1559.
- K. Clinton, Chiron 33, 2003, 379-417; Abb. 1-7. - AE 2003.
- L.D. Loukopoulou - A. Zournatzi - M.G. Parissaki - S. Psoma (Hrsg.), Epigraphes tis Thrakis tou Aigaiou metaxy ton potamon Nestou kai Ebrou (Nomoi Xanthis, Rodopis kai Ebrou). (Athinai 2005) 355-364, Nr. 180 A-B; pín. 42-44, 180 A-B.
- AE 2004, 1295.
- M. Wörrle, Chiron 34, 2004, 149-167. - AE 2004.
- AE 2004, 1296.
- K. Clinton, Chiron 34, 2004, 145-148. - AE 2004.
- AE 2005, 1344.
- SEG 53, 0659.
Find circumstances / present location
province:
country:
Greece
ancient find spot:
Samothracia
modern find spot:
Samothráki
find spot:
modern region:
Anatolikí Makedonía, Thráki
year of find:
1988
present location:
Samothrake inv. 88.594 und 86.1181
Type of inscription / language
type of inscription:
public legal inscription
language:
Greek
Type of monument
type of monument:
stele
material:
Marmor
height:
68 cm
width:
48 cm
letter size:
0.7-1.2 cm
Historical relevant data
religion:
names of pagan deities
Commentary
Die Inschrift besteht aus zwei Fragmenten. Die Masse des zweiten Fragments sind: Höhe: -51; Breite: -48.5; Tiefe: 16.
People
Person 1
Name:
Τιβέριον Κλαύδιον Καί[σαρα]
Praenomen:
Τιβ.
Nomen:
Κλαύδιος
Cognomen:
Καίσαρ+
gender:
male
Status:
emperor / imperial household
General Data
HD-Nr:
HD056719
Work Status:
checked with photo
Last Update:
2015-06-22 by Cowey
See Also: