Inscription Database
Public legal inscription from Naryka – Regkinio (Achaia)
Canonical URI:
https://edh.ub.uni-heidelberg.de/edh/inschrift/HD065227
(Last Updates: 2012-05-07, Cowey)
Transcription | Majuscle |
Ἀγαθὴ Τύχη | ΑΓΑΘΗ ΤΥΧΗ |
Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραϊανοῦ | ΑΥΤΟΚΡΑΤΩΡ ΚΑΙΣΑΡ ΘΕΟΥ ΤΡΑΙΑΝΟΥ |
Παρθικοῦ υἱός, θεοῦ Νερούα υἱωνός Τραϊανὸς | ΠΑΡΘΙΚΟΥ ΥΙΟΣ ΘΕΟΥ ΝΕΡΟΥΑ ΥΙΩΝΟΣ ΤΡΑΙΑΝΟΣ |
Ἁδριανὸς Σεβαστός ἀρχιερεὺς μέγιστος | ΑΔΡΙΑΝΟΣ ΣΕΒΑΣΤΟΣ ΑΡΧΙΕΡΕΥΣ ΜΕΓΙΣΤΟΣ |
δημαρχικῆς ἐξουσίας τὸ κβ’ αὐτοκράτωρ | ΔΗΜΑΡΧΙΚΗΣ ΕΞΟΥΣΙΑΣ ΤΟ ΚΒ’ ΑΥΤΟΚΡΑΤΩΡ |
τὸ β’, ὕπατος τὸ γ’ πατὴρ πατρίδος | ΤΟ Β’ ΥΠΑΤΟΣ ΤΟ Γ’ ΠΑΤΗΡ ΠΑΤΡΙΔΟΣ |
Ναρυκείοις χαίρειν | ΝΑΡΥΚΕΙΟΙΣ ΧΑΙΡΕΙΝ |
οὐκ οἶμαι ἀμφιζητήσειν τινα πόλιν | ΟΥΚ ΟΙΜΑΙ ΑΜΦΙΖΗΤΗΣΕΙΝ ΤΙΝΑ ΠΟΛΙΝ |
ὑμᾶς ἔχειν καὶ πόλεως δίκαια ὁπότε καὶ | ΥΜΑΣ ΕΧΕΙΝ ΚΑΙ ΠΟΛΕΩΣ ΔΙΚΑΙΑ ΟΠΟΤΕ ΚΑΙ |
εἰς τὸ κοινὸν τῶν Ἀμφικτυόνων συντελεῖ- | ΕΙΣ ΤΟ ΚΟΙΝΟΝ ΤΩΝ ΑΜΦΙΚΤΥΟΝΩΝ ΣΥΝΤΕΛΕΙ |
τε καὶ εἰς τὸ κοινὸν τῶν Βοιωτῶν καὶ Βοιω- | ΤΕ ΚΑΙ ΕΙΣ ΤΟ ΚΟΙΝΟΝ ΤΩΝ ΒΟΙΩΤΩΝ ΚΑΙ ΒΟΙΩ |
τάρχην παρέχετε καὶ Πανέλληνα αἱρεῖσθε | ΤΑΡΧΗΝ ΠΑΡΕΧΕΤΕ ΚΑΙ ΠΑΝΕΛΛΗΝΑ ΑΙΡΕΙΣΘΕ |
καὶ θεηκόλον πέμπετε καὶ ἐστιν ὑμῖν καὶ βου- | ΚΑΙ ΘΕΗΚΟΛΟΝ ΠΕΜΠΕΤΕ ΚΑΙ ΕΣΤΙΝ ΥΜΙΝ ΚΑΙ ΒΟΥ |
λὴ καὶ ἄρχοντες καὶ ἱερεῖς καὶ φυλαὶ Ἑλληνικαὶ | ΛΗ ΚΑΙ ΑΡΧΟΝΤΕΣ ΚΑΙ ΙΕΡΕΙΣ ΚΑΙ ΦΥΛΑΙ ΕΛΛΗΝΙΚΑΙ |
καὶ νόμοι Ὀπουντίων καὶ τελεῖτε φόρον με- | ΚΑΙ ΝΟΜΟΙ ΟΠΟΥΝΤΙΩΝ ΚΑΙ ΤΕΛΕΙΤΕ ΦΟΡΟΝ ΜΕ |
τὰ τῶν Ἀχαιῶν ἐμνήσθησαν δὲ ὑμῶν καὶ | ΤΑ ΤΩΝ ΑΧΑΙΩΝ ΕΜΝΗΣΘΗΣΑΝ ΔΕ ΥΜΩΝ ΚΑΙ |
ποιηταί τινες τῶν ἐνλογιμωτάτων καὶ | ΠΟΙΗΤΑΙ ΤΙΝΕΣ ΤΩΝ ΕΝΛΟΓΙΜΩΤΑΤΩΝ ΚΑΙ |
Ῥωμαῖοι καὶ Ἕλληνες ὡς Ναρυκείων ὀνομά- | ΡΩΜΑΙΟΙ ΚΑΙ ΕΛΛΗΝΕΣ ΩΣ ΝΑΡΥΚΕΙΩΝ ΟΝΟΜΑ |
ζουσι δὲ καὶ τῶν ἡρώων τινας ἐκ τῆς πόλε- | ΖΟΥΣΙ ΔΕ ΚΑΙ ΤΩΝ ΗΡΩΩΝ ΤΙΝΑΣ ΕΚ ΤΗΣ ΠΟΛΕ |
ως τῆς ὑμετέρας ὁρμηθέντας τούτων ἕνεκα | ΩΣ ΤΗΣ ΥΜΕΤΕΡΑΣ ΟΡΜΗΘΕΝΤΑΣ ΤΟΥΤΩΝ ΕΝΕΚΑ |
εἰ καὶ παραλέλειπται ὑμῖν τὸ γράφειν πρὸς | ΕΙ ΚΑΙ ΠΑΡΑΛΕΛΕΙΠΤΑΙ ΥΜΙΝ ΤΟ ΓΡΑΦΕΙΝ ΠΡΟΣ |
τοὺς αὐτοκράτορας καὶ π[---] | ΤΟΥΣ ΑΥΤΟΚΡΑΤΟΡΑΣ ΚΑΙ Π[ ] |
σεις λαμβάν[ειν? ---] | ΣΕΙΣ ΛΑΜΒΑΝ[ ] |
Chronological Data:
138 AD
138 AD
Literature:
- AE 2006, 1369.
- D. Knoepfler, REG 119, 2006, 1-34; fig. 1; 2. - AE 2006.
- C.P. Jones, JRA 19, 2006, 151-162. - AE 2006.
- A. Pasquier - D. Knoepfler, CRAI 2006, 1281-1313. - AE 2006.
- SEG 51, 0641.
Find circumstances / present location
Type of inscription / language
type of inscription:
public legal inscription
language:
Greek
Type of monument
type of monument:
stele
material:
Bronze
height:
90 cm
width:
50 cm
decoration:
present
Palaeography
punctuation:
hederae
General Data
HD-Nr:
HD065227
Work Status:
checked with photo
Last Update:
2012-05-07 by Cowey
See Also: