Inscription Database

Inscription from Gytheum – Gýtheio (Achaia)

Canonical URI:
https://edh.ub.uni-heidelberg.de/edh/inschrift/HD068211 (Last Updates: 2014-09-29, Cowey)

Transcription Majuscle
Ἐπεὶ Νεμέριος καὶ Μάαρκος Κλοάτιοι Νεμερίου ὑοὶ Ῥωμαῖοι ΕΠΕΙ ΝΕΜΕΡΙΟΣ ΚΑΙ ΜΑΑΡΚΟΣ ΚΛΟΑΤΙΟΙ ΝΕΜΕΡΙΟΥ ΥΟΙ ΡΩΜΑΙΟΙ
οἱ πρόξενοι καὶ εὐεργέται τᾶς πόλεος ἁμῶν, ἄνωθεν δια- ΟΙ ΠΡΟΞΕΝΟΙ ΚΑΙ ΕΥΕΡΓΕΤΑΙ ΤΑΣ ΠΟΛΕΟΣ ΑΜΩΝ ΑΝΩΘΕΝ ΔΙΑ
τετέλεκαν τὰ δίκαια ποιοῦντες τᾶι τε πόλει καὶ κατ’ ἰδίαν ΤΕΤΕΛΕΚΑΝ ΤΑ ΔΙΚΑΙΑ ΠΟΙΟΥΝΤΕΣ ΤΑΙ ΤΕ ΠΟΛΕΙ ΚΑΙ ΚΑΤ’ ΙΔΙΑΝ
τοῖς ἐντυνχάνουσιν αὐτοῖς τῶν πολιτᾶν σπουδᾶς καὶ φιλο- ΤΟΙΣ ΕΝΤΥΝΧΑΝΟΥΣΙΝ ΑΥΤΟΙΣ ΤΩΝ ΠΟΛΙΤΑΝ ΣΠΟΥΔΑΣ ΚΑΙ ΦΙΛΟ
τιμίας οὐθὲν ἐνλείποντες, ὑπὲρ ὧν καὶ παρ’ αὐτοὺς τοὺς κα[ι]- ΤΙΜΙΑΣ ΟΥΘΕΝ ΕΝΛΕΙΠΟΝΤΕΣ ΥΠΕΡ ΩΝ ΚΑΙ ΠΑΡ’ ΑΥΤΟΥΣ ΤΟΥΣ ΚΑ[ ]
ροὺς ἁ πόλις εὐχαριστοῦσα μνείαν ποιησαμένα ταῖς κα[θη]- ΡΟΥΣ Α ΠΟΛΙΣ ΕΥΧΑΡΙΣΤΟΥΣΑ ΜΝΕΙΑΝ ΠΟΙΗΣΑΜΕΝΑ ΤΑΙΣ ΚΑ[ ]
[κ]ούσαις αὐτοὺς ἐκόσμησεν τιμαῖς ἔν τε τῶι ἐπὶ Λαχάρεο[ς] [ ]ΟΥΣΑΙΣ ΑΥΤΟΥΣ ΕΚΟΣΜΗΣΕΝ ΤΙΜΑΙΣ ΕΝ ΤΕ ΤΩΙ ΕΠΙ ΛΑΧΑΡΕΟ[ ]
[ἐ]νιαυτῶι καὶ ὅτε περὶ τοῦ πρώτου δανείου τὰν λύσιν ἐποιοῦν- [ ]ΝΙΑΥΤΩΙ ΚΑΙ ΟΤΕ ΠΕΡΙ ΤΟΥ ΠΡΩΤΟΥ ΔΑΝΕΙΟΥ ΤΑΝ ΛΥΣΙΝ ΕΠΟΙΟΥΝ
[το] καὶ ἐν τῶι ἐπὶ Φα̣ήινου δὲ ἐνιαυτῶι ὅτε περὶ τοῦ ἄλλου δα- [ ] ΚΑΙ ΕΝ ΤΩΙ ΕΠΙ ΦΑΗΙΝΟΥ ΔΕ ΕΝΙΑΥΤΩΙ ΟΤΕ ΠΕΡΙ ΤΟΥ ΑΛΛΟΥ ΔΑ
νείου τοῦ τᾶν τρισχιλιᾶν καὶ ἐνακοσιᾶν ἑξήκοντα πέντε ΝΕΙΟΥ ΤΟΥ ΤΑΝ ΤΡΙΣΧΙΛΙΑΝ ΚΑΙ ΕΝΑΚΟΣΙΑΝ ΕΞΗΚΟΝΤΑ ΠΕΝΤΕ
δραχμᾶν ἇν ἐδανείσατο ἁ πόλις ἐν τῶι ἐπὶ Δαμαρμένου ΔΡΑΧΜΑΝ ΑΝ ΕΔΑΝΕΙΣΑΤΟ Α ΠΟΛΙΣ ΕΝ ΤΩΙ ΕΠΙ ΔΑΜΑΡΜΕΝΟΥ
ἐνιαυτῶι, λαβόντες ἐπὶ Μαρκιλίου κριτὰν Ἀθηναίων δᾶ- ΕΝΙΑΥΤΩΙ ΛΑΒΟΝΤΕΣ ΕΠΙ ΜΑΡΚΙΛΙΟΥ ΚΡΙΤΑΝ ΑΘΗΝΑΙΩΝ ΔΑ
μον, παρακληθέντες ὑπὸ τῶν πολιτᾶν συνεχῶρησαν ὥσ- ΜΟΝ ΠΑΡΑΚΛΗΘΕΝΤΕΣ ΥΠΟ ΤΩΝ ΠΟΛΙΤΑΝ ΣΥΝΕΧΩΡΗΣΑΝ ΩΣ
τε κομίσασθαι ὅσον ἔπεισαν αὐτοὺς οἱ πολῖται, καὶ ἐν τῶι ΤΕ ΚΟΜΙΣΑΣΘΑΙ ΟΣΟΝ ΕΠΕΙΣΑΝ ΑΥΤΟΥΣ ΟΙ ΠΟΛΙΤΑΙ ΚΑΙ ΕΝ ΤΩΙ
ἐπὶ Βιάδα δὲ ἐνιαυτῶι ὅτε ἰδίαν χάριν ἐξαιτησάμενοι ΕΠΙ ΒΙΑΔΑ ΔΕ ΕΝΙΑΥΤΩΙ ΟΤΕ ΙΔΙΑΝ ΧΑΡΙΝ ΕΞΑΙΤΗΣΑΜΕΝΟΙ
Πόπλιον τε Αὐτρώνιον καὶ Λεύκιον Μαρκίλιον ὄντας αὐτοῖς ΠΟΠΛΙΟΝ ΤΕ ΑΥΤΡΩΝΙΟΝ ΚΑΙ ΛΕΥΚΙΟΝ ΜΑΡΚΙΛΙΟΝ ΟΝΤΑΣ ΑΥΤΟΙΣ
ξένους οὓς καὶ ὑπεδέξαντο τοῖς ἰδίοις δαπανάμασιν καὶ ΞΕΝΟΥΣ ΟΥΣ ΚΑΙ ΥΠΕΔΕΞΑΝΤΟ ΤΟΙΣ ΙΔΙΟΙΣ ΔΑΠΑΝΑΜΑΣΙΝ ΚΑΙ
παρᾳτήσαντο τούς τε στρατιώτας καὶ τὰ λοιπὰ τὰ ἐπιτασ- ΠΑΡΑΤΗΣΑΝΤΟ ΤΟΥΣ ΤΕ ΣΤΡΑΤΙΩΤΑΣ ΚΑΙ ΤΑ ΛΟΙΠΑ ΤΑ ΕΠΙΤΑΣ
σόμενα ὑπ’ αὐτῶν ὄντα ἱκανά δι’ ὧν ἐκούφισαν τὰν πόλιν ὁλο- ΣΟΜΕΝΑ ΥΠ’ ΑΥΤΩΝ ΟΝΤΑ ΙΚΑΝΑ ΔΙ’ ΩΝ ΕΚΟΥΦΙΣΑΝ ΤΑΝ ΠΟΛΙΝ ΟΛΟ
σχερῶς χαρισαμένων αὐτοῖς τῶν προγεγραμμένων ἀνδρῶν ΣΧΕΡΩΣ ΧΑΡΙΣΑΜΕΝΩΝ ΑΥΤΟΙΣ ΤΩΝ ΠΡΟΓΕΓΡΑΜΜΕΝΩΝ ΑΝΔΡΩΝ
εἰσδεδεγμένοι τέ εἰσιν εἰς τὰν τᾶς πόλεως χάριν κ̣αὶ συνυπό- ΕΙΣΔΕΔΕΓΜΕΝΟΙ ΤΕ ΕΙΣΙΝ ΕΙΣ ΤΑΝ ΤΑΣ ΠΟΛΕΩΣ ΧΑΡΙΝ ΚΑΙ ΣΥΝΥΠΟ
λανψιν καὶ πλεονάκις πολλοὺς τῶν ἁγουμένων, Γάϊόν τε Ἰούλ[ι]- ΛΑΝΨΙΝ ΚΑΙ ΠΛΕΟΝΑΚΙΣ ΠΟΛΛΟΥΣ ΤΩΝ ΑΓΟΥΜΕΝΩΝ ΓΑΙΟΝ ΤΕ ΙΟΥΛ[ ]
ον πρεσβευτὰν καὶ Πόπλιον Αὐτρώνιον πρεσβευτὰν καὶ Φούλβ- ΟΝ ΠΡΕΣΒΕΥΤΑΝ ΚΑΙ ΠΟΠΛΙΟΝ ΑΥΤΡΩΝΙΟΝ ΠΡΕΣΒΕΥΤΑΝ ΚΑΙ ΦΟΥΛΒ
[ι]ον πρεσβευτάν πάντα ταῦτα ποιοῦντες χάριν τᾶς πρὸς τὰν π[ό]- [ ]ΟΝ ΠΡΕΣΒΕΥΤΑΝ ΠΑΝΤΑ ΤΑΥΤΑ ΠΟΙΟΥΝΤΕΣ ΧΑΡΙΝ ΤΑΣ ΠΡΟΣ ΤΑΝ Π[ ]
λιν καὶ τοὺς πολίτας εὐνοίας· ἐπιτάξαντός τε τᾶι πόλει ἁμῶν ΛΙΝ ΚΑΙ ΤΟΥΣ ΠΟΛΙΤΑΣ ΕΥΝΟΙΑΣ· ΕΠΙΤΑΞΑΝΤΟΣ ΤΕ ΤΑΙ ΠΟΛΕΙ ΑΜΩΝ
Γαΐου Γαλλίου σῖτον καὶ Κοΐντου Ἀνχαρίου ἱμάτια κατὰ τὸ ἐπιβάλ- ΓΑΙΟΥ ΓΑΛΛΙΟΥ ΣΙΤΟΝ ΚΑΙ ΚΟΙΝΤΟΥ ΑΝΧΑΡΙΟΥ ΙΜΑΤΙΑ ΚΑΤΑ ΤΟ ΕΠΙΒΑΛ
λον τᾶι πόλει ἁμῶν τὰν πᾶσαν σπουδὰν καὶ φιλοτιμίαν εἰσε- ΛΟΝ ΤΑΙ ΠΟΛΕΙ ΑΜΩΝ ΤΑΝ ΠΑΣΑΝ ΣΠΟΥΔΑΝ ΚΑΙ ΦΙΛΟΤΙΜΙΑΝ ΕΙΣΕ
νενκάμενοι ἐνέτυχον ἵνα μὴ δῷ ἁ ἁμετέρα πόλις ἀλλὰ ἐλα- ΝΕΝΚΑΜΕΝΟΙ ΕΝΕΤΥΧΟΝ ΙΝΑ ΜΗ ΔΩ Α ΑΜΕΤΕΡΑ ΠΟΛΙΣ ΑΛΛΑ ΕΛΑ
φρισθῆ ὃ καὶ ἐπέτυχον καὶ οὐκ εἰσηνένκαμεν, τῶν τε πολιτᾶν ΦΡΙΣΘΗ Ο ΚΑΙ ΕΠΕΤΥΧΟΝ ΚΑΙ ΟΥΚ ΕΙΣΗΝΕΝΚΑΜΕΝ ΤΩΝ ΤΕ ΠΟΛΙΤΑΝ
κατ’ ἰδίαν, ὅσοι αὐτοῖς ἐντέτευχαν ἤ τινα χρείαν εἴσχηκαν τὰ ΚΑΤ’ ΙΔΙΑΝ ΟΣΟΙ ΑΥΤΟΙΣ ΕΝΤΕΤΕΥΧΑΝ Η ΤΙΝΑ ΧΡΕΙΑΝ ΕΙΣΧΗΚΑΝ ΤΑ
πάντα πᾶσιν πεποίηκαν ἀπροφασίστους αὑτοὺς παρεισχη- ΠΑΝΤΑ ΠΑΣΙΝ ΠΕΠΟΙΗΚΑΝ ΑΠΡΟΦΑΣΙΣΤΟΥΣ ΑΥΤΟΥΣ ΠΑΡΕΙΣΧΗ
μένοι ἐν παντὶ καιρῶι ἔν τε τῶι ἐπὶ Τιμοκράτεος ἐνιαυτῶι ΜΕΝΟΙ ΕΝ ΠΑΝΤΙ ΚΑΙΡΩΙ ΕΝ ΤΕ ΤΩΙ ΕΠΙ ΤΙΜΟΚΡΑΤΕΟΣ ΕΝΙΑΥΤΩΙ
[ὅ]τε Ἀντώνιος παρεγένετο χρείαν ἐχούσας τᾶς πόλεως δι- [ ]ΤΕ ΑΝΤΩΝΙΟΣ ΠΑΡΕΓΕΝΕΤΟ ΧΡΕΙΑΝ ΕΧΟΥΣΑΣ ΤΑΣ ΠΟΛΕΩΣ ΔΙ
αφόρων καὶ μηθενὸς ἄλλου θέλοντος συναλλάξαι ἐδάνει- ΑΦΟΡΩΝ ΚΑΙ ΜΗΘΕΝΟΣ ΑΛΛΟΥ ΘΕΛΟΝΤΟΣ ΣΥΝΑΛΛΑΞΑΙ ΕΔΑΝΕΙ
σαν ἁμῖν δραχμὰς τετρακισχιλίας διακοσίας συναλλά- ΣΑΝ ΑΜΙΝ ΔΡΑΧΜΑΣ ΤΕΤΡΑΚΙΣΧΙΛΙΑΣ ΔΙΑΚΟΣΙΑΣ ΣΥΝΑΛΛΑ
γματος τόκου τετραδραχμιαίου ὑπὲρ οὗ καὶ παρακληθέν- ΓΜΑΤΟΣ ΤΟΚΟΥ ΤΕΤΡΑΔΡΑΧΜΙΑΙΟΥ ΥΠΕΡ ΟΥ ΚΑΙ ΠΑΡΑΚΛΗΘΕΝ
τες ὑπὸ τοῦ δάμου ἐν τῶι ἐπὶ Νικαρετίδα ἐνιαυτῶι εὐθυτο- ΤΕΣ ΥΠΟ ΤΟΥ ΔΑΜΟΥ ΕΝ ΤΩΙ ΕΠΙ ΝΙΚΑΡΕΤΙΔΑ ΕΝΙΑΥΤΩΙ ΕΥΘΥΤΟ
κίαν δίδραχμον τ[ό]κον συνεχώρησαν καὶ ἐχαρίσαντο τᾶι ΚΙΑΝ ΔΙΔΡΑΧΜΟΝ Τ[ ]ΚΟΝ ΣΥΝΕΧΩΡΗΣΑΝ ΚΑΙ ΕΧΑΡΙΣΑΝΤΟ ΤΑΙ
πόλει ἀπὸ τοῦ ὀφειλομένου χρήματος ὑπὲρ χιλίας καὶ πεν- ΠΟΛΕΙ ΑΠΟ ΤΟΥ ΟΦΕΙΛΟΜΕΝΟΥ ΧΡΗΜΑΤΟΣ ΥΠΕΡ ΧΙΛΙΑΣ ΚΑΙ ΠΕΝ
τακοσίας δραχμάς· δ̣[ιὰ] πάντα τὰ προγεγραμμένα ἔδοξε ΤΑΚΟΣΙΑΣ ΔΡΑΧΜΑΣ· Δ[ ] ΠΑΝΤΑ ΤΑ ΠΡΟΓΕΓΡΑΜΜΕΝΑ ΕΔΟΞΕ
τῶι δάμωι ἐν ταῖς μ̣[ε]γ̣[ά]λαις ἀπελλαῖς· ἐπαινέσαι Νεμέ- ΤΩΙ ΔΑΜΩΙ ΕΝ ΤΑΙΣ Μ[ ]Γ[ ]ΛΑΙΣ ΑΠΕΛΛΑΙΣ· ΕΠΑΙΝΕΣΑΙ ΝΕΜΕ
ριον καὶ Μάαρκον Κλοατίους Νεμερίου υἱοὺς Ῥωμαίους ἐπὶ ΡΙΟΝ ΚΑΙ ΜΑΑΡΚΟΝ ΚΛΟΑΤΙΟΥΣ ΝΕΜΕΡΙΟΥ ΥΙΟΥΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙ
πᾶσι τοῖς προγεγραμμένοις εἴς τε τὰν πόλιν καὶ τῶν ἰδιω- ΠΑΣΙ ΤΟΙΣ ΠΡΟΓΕΓΡΑΜΜΕΝΟΙΣ ΕΙΣ ΤΕ ΤΑΝ ΠΟΛΙΝ ΚΑΙ ΤΩΝ ΙΔΙΩ
τᾶν το<ὺ>ς ἐντετευχό<τας> αὐτοῖς, καὶ ἐπὶ τᾶι εὐνοίαι ἇι διατε- ΤΑΝ ΤΟΣ ΕΝΤΕΤΕΥΧΟ ΑΥΤΟΙΣ ΚΑΙ ΕΠΙ ΤΑΙ ΕΥΝΟΙΑΙ ΑΙ ΔΙΑΤΕ
τέλεκαν ἔχοντες εἰς τὰν πόλιν ἁμῶν· εἶναι δὲ αὐτοῖς τὰ τί- ΤΕΛΕΚΑΝ ΕΧΟΝΤΕΣ ΕΙΣ ΤΑΝ ΠΟΛΙΝ ΑΜΩΝ· ΕΙΝΑΙ ΔΕ ΑΥΤΟΙΣ ΤΑ ΤΙ
μια καὶ φιλάνθρωπα πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις ΜΙΑ ΚΑΙ ΦΙΛΑΝΘΡΩΠΑ ΠΑΝΤΑ ΟΣΑ ΚΑΙ ΤΟΙΣ ΑΛΛΟΙΣ ΠΡΟΞΕΝΟΙΣ
[κ]αὶ εὐεργέταις τᾶς πόλεος ἁμῶν· προσκαλούντω δὲ α[ὐ]- [ ]ΑΙ ΕΥΕΡΓΕΤΑΙΣ ΤΑΣ ΠΟΛΕΟΣ ΑΜΩΝ· ΠΡΟΣΚΑΛΟΥΝΤΩ ΔΕ Α[ ]
τοὺς καὶ οἱ ἔφοροι <καὶ ἐκγόνους> αὐτῶν εἰς προεδρίαν {καὶ} ἀεὶ οἱ ἀντιτυν- ΤΟΥΣ ΚΑΙ ΟΙ ΕΦΟΡΟΙ ΑΥΤΩΝ ΕΙΣ ΠΡΟΕΔΡΙΑΝ ΚΑΙ ΑΕΙ ΟΙ ΑΝΤΙΤΥΝ
χάνοντες ἐν πᾶσι τοῖς ἀγῶσιν οἷς ἂν ποιῇ ἁ πόλις ἁμῶν ΧΑΝΟΝΤΕΣ ΕΝ ΠΑΣΙ ΤΟΙΣ ΑΓΩΣΙΝ ΟΙΣ ΑΝ ΠΟΙΗ Α ΠΟΛΙΣ ΑΜΩΝ
καὶ ἐξέστω αὐτοῖς ἐπικαθῆσθαι μετὰ τῶν ἐφόρων ἐν προ- ΚΑΙ ΕΞΕΣΤΩ ΑΥΤΟΙΣ ΕΠΙΚΑΘΗΣΘΑΙ ΜΕΤΑ ΤΩΝ ΕΦΟΡΩΝ ΕΝ ΠΡΟ
εδρίαι ὅπως πᾶσι φανερὸν ἦι ὅτι ἁ πόλις ἁμῶν τιμᾶι τοὺς ἀ- ΕΔΡΙΑΙ ΟΠΩΣ ΠΑΣΙ ΦΑΝΕΡΟΝ ΗΙ ΟΤΙ Α ΠΟΛΙΣ ΑΜΩΝ ΤΙΜΑΙ ΤΟΥΣ Α
ξίους τῶν ἀνδρῶν· ἀναγραψάντω δὲ οἱ ἔφοροι οἱ ἐπὶ Νικα- ΞΙΟΥΣ ΤΩΝ ΑΝΔΡΩΝ· ΑΝΑΓΡΑΨΑΝΤΩ ΔΕ ΟΙ ΕΦΟΡΟΙ ΟΙ ΕΠΙ ΝΙΚΑ
ρετίδα τούτων τ̣[ῶν] φ[ι]λαν[θρώ]πων <ἀντίγραφον> εἰς στάλαν λιθίναν ΡΕΤΙΔΑ ΤΟΥΤΩΝ Τ[ ] Φ[ ]ΛΑΝ[ ]ΠΩΝ ΕΙΣ ΣΤΑΛΑΝ ΛΙΘΙΝΑΝ
καὶ ἀναθέτωσαν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐν ὧι ἂν τό- ΚΑΙ ΑΝΑΘΕΤΩΣΑΝ ΕΙΣ ΤΟ ΙΕΡΟΝ ΤΟΥ ΑΠΟΛΛΩΝΟΣ ΕΝ ΩΙ ΑΝ ΤΟ
πωι α[ὐ]τ̣οῖς οἱ ἱερεῖς συνχωρήσωσιν· ἁ δὲ δαπάνα ἐκ τᾶς ΠΩΙ Α[ ]ΤΟΙΣ ΟΙ ΙΕΡΕΙΣ ΣΥΝΧΩΡΗΣΩΣΙΝ· Α ΔΕ ΔΑΠΑΝΑ ΕΚ ΤΑΣ
πόλεως ἔστω ΠΟΛΕΩΣ ΕΣΤΩ
Chronological Data:
71 BC – 70 BC
Literature:
  • IG 05, 01, 01146.
  • SIG (3. Aufl.) 748.
  • AE 2009, 1310.

Find circumstances / present location

province:
country:
Greece
ancient find spot:
Gytheum
modern find spot:
find spot:
modern region:
Pelopónissos
present location:
Athínai

Type of inscription / language

language:
Greek

People

Person 1
Name:
Νεμέριος καὶ Μάαρκος Κλοάτιοι Νεμερίου ὑοὶ Ῥωμαῖοι
Praenomen:
Ν.
Nomen:
Κλοάτιος
Origo:
Ῥωμαῖοι
gender:
male
Person 2
Name:
Δαμαρμένου
Cognomen:
Δαμάρμενος
Person 3
Name:
Τιμοκράτεος
Cognomen:
Τιμοκράτης
gender:
male
Person 4
Name:
Ἀντώνιος
Cognomen:
Ἀντώνιος
gender:
male
Person 5
Name:
Νικαρετίδα
Cognomen:
Νικαρετίδας
gender:
male
Person 6
Name:
Νεμέριος καὶ Μάαρκος Κλοάτιοι Νεμερίου ὑοὶ Ῥωμαῖοι
Praenomen:
Μ.
Nomen:
Κλοάτιος
Origo:
Ῥωμαῖοι
Person 7
Name:
Νεμερίου
Praenomen:
Ν.
gender:
male
Person 8
Name:
Λεύκιον Μαρκίλιον
Praenomen:
Λ.
Nomen:
Μαρκίλιος
Person 9
Name:
Γάϊόν τε Ἰούλ[ι]ον
Nomen:
Ἰούλιος+
gender:
male
Person 10
Name:
Πόπλιον Αὐτρώνιον
Praenomen:
Π.
Nomen:
Αὐτρώνιος
gender:
male
Person 11
Name:
Φούλβ[ι]ον
Nomen:
Φούλβιος+
gender:
male
Person 12
Name:
Γαΐου Γαλλίου
Praenomen:
Γ.
Nomen:
Γάλλιος
gender:
male
Person 13
Name:
Κοΐντου Ἀνχαρίου
Praenomen:
Κ.
Nomen:
Ἀνχάριος
gender:
male

General Data

HD-Nr:
HD068211
Work Status:
no image
Last Update:
2014-09-29 by Cowey
See Also:

Download