Inscription Database
Epitaph from Tomi – Constanţa (Moesia inferior)
Canonical URI:
https://edh.ub.uni-heidelberg.de/edh/inschrift/HD072052
(Last Updates: 2016-08-08, Cowey)
Transcription | Majuscle |
Εἰναχίας γαίας προλιπὼν περιώνυμον | ΕΙΝΑΧΙΑΣ ΓΑΙΑΣ ΠΡΟΛΙΠΩΝ ΠΕΡΙΩΝΥΜΟΝ |
ἄστυ εἰόνιον τόδ' ἔβην ἱερὸν πέδον ἄστυ | ΑΣΤΥ ΕΙΟΝΙΟΝ ΤΟΔ ΕΒΗΝ ΙΕΡΟΝ ΠΕΔΟΝ ΑΣΤΥ |
Τόμοιο οὐ βραδὺς εἰς ἀρετὰν οὐδ' εἰς <σ>τε- | ΤΟΜΟΙΟ ΟΥ ΒΡΑΔΥΣ ΕΙΣ ΑΡΕΤΑΝ ΟΥΔ ΕΙΣ ΤΕ |
φάνους ἀμύητος ἀλλ' ἐδάην μὲν ἐ- | ΦΑΝΟΥΣ ΑΜΥΗΤΟΣ ΑΛΛ ΕΔΑΗΝ ΜΕΝ Ε |
γὼ κροτάφοις ἐπ' ἐμοῖσι φορῆσαι στέμμαθ' ἅ μοι πόρε Μοῦσα θεὰ κατὰ γαῖαν ἅ- | ΓΩ ΚΡΟΤΑΦΟΙΣ ΕΠ ΕΜΟΙΣΙ ΦΟΡΗΣΑΙ ΣΤΕΜΜΑΘ Α ΜΟΙ ΠΟΡΕ ΜΟΥΣΑ ΘΕΑ ΚΑΤΑ ΓΑΙΑΝ Α |
πασαν εὖ μὲν ἀπανγέλλων τραφικὸν στί- | ΠΑΣΑΝ ΕΥ ΜΕΝ ΑΠΑΝΓΕΛΛΩΝ ΤΡΑΦΙΚΟΝ ΣΤΙ |
χον εὖ δὲ ἀείδων ἀλλ' ἐπὶ οὖν με πόλις | ΧΟΝ ΕΥ ΔΕ ΑΕΙΔΩΝ ΑΛΛ ΕΠΙ ΟΥΝ ΜΕ ΠΟΛΙΣ |
ξεινηδόχος ἔνθα κατέσχε δῶκεν δὲ | ΞΕΙΝΗΔΟΧΟΣ ΕΝΘΑ ΚΑΤΕΣΧΕ ΔΩΚΕΝ ΔΕ |
φιλίην ἄλοχον δῶκεν δὲ τέκνοιο γονήν μοι | ΦΙΛΙΗΝ ΑΛΟΧΟΝ ΔΩΚΕΝ ΔΕ ΤΕΚΝΟΙΟ ΓΟΝΗΝ ΜΟΙ |
καὶ βίον ἐξετέλεσσα ὅσον θέτο νήματα Μοιρῶν | ΚΑΙ ΒΙΟΝ ΕΞΕΤΕΛΕΣΣΑ ΟΣΟΝ ΘΕΤΟ ΝΗΜΑΤΑ ΜΟΙΡΩΝ |
τύμβον ἔχω δὲ θανὼν ἐρατῷ ἰδίῷ ἐνὶ χώρῳ | ΤΥΜΒΟΝ ΕΧΩ ΔΕ ΘΑΝΩΝ ΕΡΑΤΩ ΙΔΙΩ ΕΝΙ ΧΩΡΩ |
ἀνθεμόεντ' ἀνὰ χῶρον ὅπου καλὰ κλήμα- | ΑΝΘΕΜΟΕΝΤ ΑΝΑ ΧΩΡΟΝ ΟΠΟΥ ΚΑΛΑ ΚΛΗΜΑ |
τα Βάχχου ἤλυθα δ' ες Ἀίδην προλιπὼν | ΤΑ ΒΑΧΧΟΥ ΗΛΥΘΑ Δ ΕΣ ΑΙΔΗΝ ΠΡΟΛΙΠΩΝ |
ἐμὰ δώματα τέκνῳ | ΕΜΑ ΔΩΜΑΤΑ ΤΕΚΝΩ |
ὡς μή τίς με θανόντα κακῶς ῥέξειε πολείτης | ΩΣ ΜΗ ΤΙΣ ΜΕ ΘΑΝΟΝΤΑ ΚΑΚΩΣ ΡΕΞΕΙΕ ΠΟΛΕΙΤΗΣ |
λοιπὸν ἀνανκαίον σε μαθεῖν παροδεῖτα κράτιστε | ΛΟΙΠΟΝ ΑΝΑΝΚΑΙΟΝ ΣΕ ΜΑΘΕΙΝ ΠΑΡΟΔΕΙΤΑ ΚΡΑΤΙΣΤΕ |
οὔνομά μοι τί πότ' ἐστι πόλις δέ με γείνατο ποία | ΟΥΝΟΜΑ ΜΟΙ ΤΙ ΠΟΤ ΕΣΤΙ ΠΟΛΙΣ ΔΕ ΜΕ ΓΕΙΝΑΤΟ ΠΟΙΑ |
Εὐέλπιστον Σώσου με Βυζάντιον εἶπο<ν> ἅπαντες | ΕΥΕΛΠΙΣΤΟΝ ΣΩΣΟΥ ΜΕ ΒΥΖΑΝΤΙΟΝ ΕΙΠΟ ΑΠΑΝΤΕΣ |
Chronological Data:
151 AD – 200 AD
151 AD – 200 AD
Literature:
- AE 2011, 1143.
- A. Avram - C.P. Jones, ZPE 178, 2011, 126-134; fig. 1 u. 2. - AE 2011. (B)
- G. Staub, ZPE 179, 2011, 97-102; Abb. 1-3. - AE 2011.
Find circumstances / present location
province:
country:
Romania
ancient find spot:
Tomi
modern find spot:
Constanţa
find spot:
modern region:
Constanța
year of find:
1981
Type of inscription / language
type of inscription:
epitaph
language:
Greek
Type of monument
type of monument:
sarcophagus
material:
Kalkstein
height:
150 cm
width:
227 cm
Palaeography
punctuation:
hederae
Commentary
Z. 1-15 in einer tabula ansata geschrieben. Hexameter. (B): In Z. 1-4 (Vers 1-3) Lesungen die durch Staub verbessert worden sind.
People
Person 1
Name:
Εὐέλπιστον Σώσου με Βυζάντιον
Cognomen:
Εὐέλπιστος
Origo:
Βυζάντιος
gender:
male
External IDs:
Person 2
Name:
Σώσου
Cognomen:
Σῶσος
gender:
male
General Data
HD-Nr:
HD072052
Work Status:
checked with photo
Last Update:
2016-08-08 by Cowey
See Also: